Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.10.1-8.10.4

雅典舰队追击伯罗奔尼撒人至斯派赖翁

第 818 段,共 917 段 · 希腊语

内容简介

在地峡运动会期间,雅典人看清了希奥斯人的企图。节日过后,他们追击启航的伯罗奔尼撒舰队,将其逼入科林斯领土的斯派赖翁港,并给对方造成了重大打击。

§8.10.1ἐν δὲ τούτῳ τὰ Ἴσθμια ἐγίγνετο, καὶ οἱ Ἀθηναῖοι (ἐπηγγέλθησαν γάρ) ἐθεώρουν ἐς αὐτά, καὶ κατάδηλα μᾶλλον αὐτοῖς τὰ τῶν Χίων ἐφάνη.
在此期间,地峡运动会举行了,雅典人(因为休战协定已正式宣告)派代表前往观礼,这使他们更清楚地看清了希奥斯人的企图。
καὶ ἐπειδὴ ἀνεχώρησαν, παρεσκευάζοντο εὐθὺς ὅπως μὴ λήσουσιν αὐτοὺς αἱ νῆες ἐκ τῶν Κεγχρειῶν ἀφορμηθεῖσαι.
当他们返回后,便立即作好准备,以防那些从肯克里埃启航的船只在不被察觉的情况下逃脱。
§8.10.2οἱ δὲ μετὰ τὴν ἑορτὴν ἀνήγοντο μιᾷ καὶ εἴκοσι ναυσὶν ἐς τὴν Χίον, ἄρχοντα Ἀλκαμένη ἔχοντες.
节日过后,伯罗奔尼撒人由阿尔卡梅尼斯担任指挥官,率领二十一艘船向希奥斯启航。
καὶ αὐτοῖς οἱ Ἀθηναῖοι τὸ πρῶτον ἴσαις ναυσὶ προσπλεύσαντες ὑπῆγον ἐς τὸ πέλαγος.
起初,雅典人以同等数量的船只迎面驶去,企图将他们引向外海。
ὡς δ’ ἐπὶ πολὺ οὐκ ἐπηκολούθησαν οἱ Πελοποννήσιοι, ἀλλ’ ἀπετράποντο, ἐπανεχώρησαν καὶ οἱ Ἀθηναῖοι· τὰς γὰρ τῶν Χίων ἑπτὰ ναῦς ἐν τῷ ἀριθμῷ μετὰ σφῶν ἔχοντες οὐ πιστὰς ἐνόμιζον,
但由于伯罗奔尼撒人没有跟进太远,反而转舵返航,雅典人也退了回来;因为他们认为,编入自己舰队中的那七艘希奥斯船是不可以信赖的。
§8.10.3ἀλλ’ ὕστερον ἄλλας προσπληρώσαντες ἐς ἑπτὰ καὶ τριάκοντα παραπλέοντας αὐτοὺς καταδιώκουσιν ἐς Σπείραιον τῆς Κορινθίας· ἔστι δὲ λιμὴν ἐρῆμος καὶ ἔσχατος πρὸς τὰ μεθόρια τῆς Ἐπιδαυρίας.
不过,后来雅典人增补船只至三十七艘,追击那些正沿岸航行的伯罗奔尼撒人,将他们逼入科林斯境内的斯派赖翁;这是一个荒凉的港口,位于靠近埃皮达夫里亚边界的最边远地带。
καὶ μίαν μὲν ναῦν ἀπολλύασι μετέωρον οἱ Πελοποννήσιοι, τὰς δὲ ἄλλας ξυναγαγόντες ὁρμίζουσιν.
伯罗奔尼撒人在海面上损失了一艘船,但他们把其余的船只聚集在一起并停泊下来。
§8.10.4καὶ προσβαλόντων τῶν Ἀθηναίων καὶ κατὰ θάλασσαν ταῖς ναυσὶ καὶ ἐς τὴν γῆν ἀποβάντων θόρυβός τε ἐγένετο πολὺς καὶ ἄτακτος, καὶ τῶν τε νεῶν τὰς πλείους κατατραυματίζουσιν ἐν τῇ γῇ οἱ Ἀθηναῖοι καὶ τὸν ἄρχοντα Ἀλκαμένη ἀποκτείνουσιν· καὶ αὐτῶν τινὲς ἀπέθανον.
当雅典人既在海上用船只发动进攻,又登岸袭击时,发生了一场巨大而混乱的骚动;雅典人在陆地上(岸边)击毁了他们的大部分船只,并杀死了指挥官阿尔卡梅尼斯;他们自己也有一些人阵亡。

词汇与语法注释

  1. 8.10.1ἐπηγγέλθησαν γάρ — 动词 ἐπαγγέλλω(宣布、宣告)的不定过去时被动语态第三人称复数形式。此处虽未明确写出主语,但指地峡运动会(τὰ Ἴσθμια)或与之相关的“神圣休战(σπονδαί)”已被(主办方科林斯人)向雅典人正式宣告。尽管当时处于战争状态,这一宣告仍保障了他们安全往返节日。
  2. 8.10.1ὅπως μὴ λήσουσιν αὐτοὺς αἱ νῆες ἐκ τῶν Κεγχρειῶν ἀφορμηθεῖσαι — 这是一个由 ὅπως μή 引导、后接将来直说语气(λησουσιν)表示预防的句式。动词 λανθάνω(未被察觉)带宾格(αὐτοὺς,指雅典人)和分词(ἀφορμηθεῖσαι,指船只启航),构成了“为了不让那些从肯克里埃启航的船只在不被他们察觉的情况下溜走”的语义结构。
  3. 8.10.2ὑπῆγον ἐς τὸ πέλαγος — 动词 ὑπάγω(引导、拉)的未完成过去时。此处作不及物动词用,意为“缓缓退后”或“退避”(雅典人为了观察局势而向外海方向缓缓退却)。虽然也可以作及物动词解释为“将他们(伯罗奔尼撒人)引向外海”,但考虑到雅典人对希奥斯船只的不信任,他们不愿急于交战而选择缓退的自动词解释在语境上更为自然。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.10.1-8.10.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.10.1-8.10.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。