§8.89.1οἱ δ’ ἐκ τῆς Σάμου ἀπὸ τῶν τετρακοσίων πεμφθέντες πρέσβεις ἐπειδὴ ἀφικόμενοι ἐς τὰς Ἀθήνας ἀπήγγειλαν τὰ παρὰ τοῦ Ἀλκιβιάδου, ὡς κελεύει τε ἀντέχειν καὶ μηδὲν ἐνδιδόναι τοῖς πολεμίοις, ἐλπίδας τε ὅτι πολλὰς ἔχει κἀκείνοις τὸ στράτευμα διαλλάξειν καὶ Πελοποννησίων περιέσεσθαι, ἀχθομένους καὶ πρότερον τοὺς πολλοὺς τῶν μετεχόντων τῆς ὀλιγαρχίας καὶ ἡδέως ἂν ἀπαλλαγέντας πῃ ἀσφαλῶς τοῦ πράγματος πολλῷ δὴ μᾶλλον ἐπέρρωσαν.
与此同时,由四百人政府派往萨摩斯的使节们回到雅典,报告了阿尔西比亚德斯传来的消息:他敦促他们坚持抵抗,绝不向敌人屈服,并表示自己极有希望使军队与他们和解,且战胜伯罗奔尼撒人。 这一消息大大鼓舞了寡头政权的许多参与者,他们在此之前就已经感到不满,并渴望能以某种安全的方式摆脱这一局面。
§8.89.2καὶ ξυνίσταντό τε ἤδη καὶ τὰ πράγματα διεμέμφοντο, ἔχοντες ἡγεμόνας τῶν πάνυ [στρατηγῶν] τῶν ἐν τῇ ὀλιγαρχίᾳ καὶ ἐν ἀρχαῖς ὄντων, οἷον Θηραμένη τε τὸν Ἅγνωνος καὶ Ἀριστοκράτη τὸν Σκελίου καὶ ἄλλους, οἳ μετέσχον μὲν ἐν τοῖς πρῶτοι τῶν πραγμάτων, φοβούμενοι δέ, ὡς ἔφασαν, τό τε ἐν τῇ Σάμῳ στράτευμα καὶ τὸν Ἀλκιβιάδην σπουδῇ πάνυ, τούς τε ἐς τὴν Λακεδαίμονα πρεσβευομένους [ἔπεμπον], μή τι ἄνευ τῶν πλεόνων κακὸν δράσωσι τὴν πόλιν, οὐ τὸ † ἀπαλλαξείειν τοῦ ἄγαν ἐς ὀλίγους ἐλθεῖν, ἀλλὰ τοὺς πεντακισχιλίους ἔργῳ καὶ μὴ ὀνόματι χρῆναι ἀποδεικνύναι καὶ τὴν πολιτείαν ἰσαιτέραν καθιστάναι.
于是他们开始结党并指责当前的政局,其领导者包括处于寡头政权核心且担任官职的极具影响力的人物,如哈格农之子塞拉门尼斯、斯克里亚斯之子阿里斯托克拉特斯等人。 他们虽然是最早参与政变的人,但据他们自己说,他们非常害怕萨摩斯的军队和阿尔西比亚德斯,同时也害怕那些前往拉刻代蒙的使节,担心这些人会在未经多数人同意的情况下给城邦带来灾难。 因此,他们声称,自己的目的并非是要摆脱寡头政权而走向极少数人的统治,而是应当在实际上而非仅仅在名义上确定“五千人”,并建立一个更加平等的政体。
§8.89.3ἦν δὲ τοῦτο μὲν σχῆμα πολιτικὸν τοῦ λόγου αὐτοῖς, κατ’ ἰδίας δὲ φιλοτιμίας οἱ πολλοὶ αὐτῶν τῷ τοιούτῳ προσέκειντο, ἐν ᾧπερ καὶ μάλιστα ὀλιγαρχία ἐκ δημοκρατίας γενομένη ἀπόλλυται·
然而,这只是他们言论上的政治幌子,他们中的大多数人是因为个人的野心而采取这种立场的,而这恰恰是从民主制转变而来的寡头政权最容易走向灭亡的原因。
πάντες γὰρ αὐθημερὸν ἀξιοῦσιν οὐχ ὅπως ἴσοι, ἀλλὰ καὶ πολὺ πρῶτος αὐτὸς ἕκαστος εἶναι·
因为所有人都在一天之内不仅要求平等,而且每个人都要求自己成为绝对的第一。
ἐκ δὲ δημοκρατίας αἱρέσεως γιγνομένης ῥᾷον τὰ ἀποβαίνοντα ὡς οὐκ ἀπὸ τῶν ὁμοίων ἐλασσούμενός τις φέρει.
相反,在民主制度下,当进行选举或竞争时,人们更容易接受结果,因为落败者会认为自己并非是被与自己同等的人所击败。
§8.89.4σαφέστατα δ’ αὐτοὺς ἐπῆρε τὰ ἐν τῇ Σάμῳ τοῦ Ἀλκιβιάδου ἰσχυρὰ ὄντα καὶ ὅτι αὐτοῖς οὐκ ἐδόκει μόνιμον τὸ τῆς ὀλιγαρχίας ἔσεσθαι· ἠγωνίζετο οὖν εἷς ἕκαστος αὐτὸς πρῶτος προστάτης τοῦ δήμου γενέσθαι.
但最清楚地促使他们行动的,是阿尔西比亚德斯在萨摩斯的势力强大,以及在他们看来寡头政权不可能持久;因此,每一个人都力图使自己成为最先站出来的民众领袖。