§8.88.1Ἀλκιβιάδης δὲ ἐπειδὴ καὶ τὸν Τισσαφέρνην ᾔσθετο παριόντα ἐπὶ τῆς Ἀσπένδου, ἔπλει καὶ αὐτὸς λαβὼν τρεῖς καὶ δέκα ναῦς, ὑποσχόμενος τοῖς ἐν τῇ Σάμῳ ἀσφαλῆ καὶ μεγάλην χάριν (ἢ γὰρ αὐτὸς ἄξειν Ἀθηναίοις τὰς Φοινίσσας ναῦς ἢ Πελοποννησίοις γε κωλύσειν ἐλθεῖν), εἰδώς, ὡς εἰκός, ἐκ πλέονος τὴν Τισσαφέρνους γνώμην ὅτι οὐκ ἄξειν ἔμελλε, καὶ βουλόμενος αὐτὸν τοῖς Πελοποννησίοις ἐς τὴν ἑαυτοῦ καὶ Ἀθηναίων φιλίαν ὡς μάλιστα διαβάλλειν, ὅπως μᾶλλον δι’ αὐτὸ σφίσιν ἀναγκάζοιτο προσχωρεῖν.
阿尔西比亚德斯得知蒂萨弗尼斯也正前往阿斯朋多斯,便自己也率领十三艘船只出航。 他向萨摩斯的部众许下确定而巨大的恩惠(因为他承诺,自己要么为雅典人带来腓尼基船只,要么至少阻止它们落入伯罗奔尼撒人手中);他之所以这么做,是因为他一如往常早就看穿了蒂萨弗尼斯的意图,即他根本无意带来那些船只,并且他希望在伯罗奔尼撒人面前尽可能中伤蒂萨弗尼斯,利用他与自己及雅典人的友好关系作为借口,好让蒂萨弗尼斯因遭到猜忌而不得不更加倒向他们这一边。
καὶ ὁ μὲν ἄρας εὐθὺ τῆς Φασήλιδος καὶ Καύνου ἄνω τὸν πλοῦν ἐποιεῖτο.
于是他启航,直接朝向法塞利斯和卡乌诺斯往上航行。