Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.87.1-8.87.6

蒂萨弗尼斯前往阿斯朋多斯与其真实意图

第 895 段,共 917 段 · 希腊语

内容简介

蒂萨弗尼斯前往阿斯朋多斯迎接腓尼基舰队以消除伯罗奔尼撒人的怀疑,但最终没有将舰队带回。修昔底德指出,其真实意图是让希腊双方互相消耗,保持力量均势。

§8.87.1τοῦ δ’ αὐτοῦ θέρους Τισσαφέρνης, κατὰ τὸν καιρὸν τοῦτον ἐν ᾧ μάλιστα διά τε τἆλλα καὶ διὰ τὴν Ἀλκιβιάδου κάθοδον ἤχθοντο αὐτῷ οἱ Πελοποννήσιοι ὡς φανερῶς ἤδη ἀττικίζοντι, βουλόμενος, ὡς ἐδόκει δή, ἀπολύεσθαι πρὸς αὐτοὺς τὰς διαβολάς, παρεσκευάζετο πορεύεσθαι ἐπὶ τὰς Φοινίσσας ναῦς ἐς Ἄσπενδον, καὶ τὸν Λίχαν ξυμπορεύεσθαι ἐκέλευεν· τῇ δὲ στρατιᾷ προστάξειν ἔφη Τάμων ἑαυτοῦ ὕπαρχον, ὥστε τροφὴν ἐν ὅσῳ ἂν αὐτὸς ἀπῇ διδόναι.
在同一年夏天,正是伯罗奔尼撒人因各种原因——尤其是因为阿尔西比亚德斯的归还——而对他最为愤怒的时候,认为他显然已经站在了雅典人一边。 蒂萨弗尼斯,正如表面上看起来的那样,为了澄清针对他们的非难,准备前往阿斯朋多斯迎接腓尼基人的船只,并命令利哈斯一同前往;他还说他将任命自己的副官塔莫斯负责军队,以便在自己不在期间向军队提供给养。
§8.87.2λέγεται δὲ οὐ κατὰ ταὐτό, οὐδὲ ῥᾴδιον εἰδέναι τίνι γνώμῃ παρῆλθεν ἐς τὴν Ἄσπενδον καὶ παρελθὼν οὐκ ἤγαγε τὰς ναῦς.
关于这一点,众说纷纭,也不容易知道他究竟出于什么意图前往阿斯朋多斯,而且在前往之后却没有把船只带回来。
§8.87.3ὅτι μὲν γὰρ αἱ Φοίνισσαι νῆες ἑπτὰ καὶ τεσσαράκοντα καὶ ἑκατὸν μέχρι Ἀσπένδου ἀφίκοντο σαφές ἐστι, διότι δὲ οὐκ ἦλθον πολλαχῇ εἰκάζεται.
因为这147艘腓尼基船只确实抵达了阿斯朋多斯,这是显而易见的,但关于它们为何没有前来,人们有着各种推测。
οἱ μὲν γὰρ ἵνα διατρίβῃ ἀπελθών, ὥσπερ καὶ διενοήθη, τὰ τῶν Πελοποννησίων (τροφὴν γοῦν οὐδὲν βέλτιον, ἀλλὰ καὶ χεῖρον ὁ Τάμως, ᾧ προσετάχθη, παρεῖχεν), οἱ δὲ ἵνα τοὺς Φοίνικας προαγαγὼν ἐς τὴν Ἄσπενδον ἐκχρηματίσαιτο ἀφείς (καὶ γὰρ ὣς αὐτοῖς οὐδὲν ἔμελλε χρήσεσθαι), ἄλλοι δ’ ὡς καταβοῆς ἕνεκα τῆς ἐς Λακεδαίμονα, τοῦ λέγεσθαι ὡς οὐκ ἀδικεῖ, ἀλλὰ καὶ σαφῶς οἴχεται ἐπὶ τὰς ναῦς ἀληθῶς πεπληρωμένας.
有人认为,他是为了在自己离开期间拖延并消耗伯罗奔尼撒人的事务,正如他之前所计划的那样(无论如何,被委以重任的塔莫斯提供的给养不仅没有改善,反而更差了);也有人认为,他是为了把腓尼基人带到阿斯朋多斯后,通过将他们遣散释放来勒索钱财(因为无论如何,他根本没打算使用他们);还有人认为,这是为了应付对拉刻代蒙的指责,以便人们能说他没有行不义之事,而是确实已经动身去迎接那些配好船员的船只了。
§8.87.4ἐμοὶ μέντοι δοκεῖ σαφέστατον εἶναι διατριβῆς ἕνεκα καὶ ἀνοκωχῆς τῶν Ἑλληνικῶν τὸ ναυτικὸν οὐκ ἀγαγεῖν, φθορᾶς μέν, ἐν ὅσῳ παρῄει ἐκεῖσε καὶ διέμελλεν, ἀνισώσεως δέ, ὅπως μηδετέροις προσθέμενος ἰσχυροτέρους ποιήσῃ, ἐπεί, εἴ γε ἐβουλήθη, διαπολεμῆσαι 〈ἂν〉 ἐπιφανεὶς δήπου οὐκ ἐνδοιαστῶς· κομίσας γὰρ ἂν Λακεδαιμονίοις τὴν νίκην κατὰ τὸ εἰκὸς ἔδωκεν, οἵ γε καὶ ἐν τῷ παρόντι ἀντιπάλως μᾶλλον ἢ ὑποδεεστέρως τῷ ναυτικῷ ἀνθώρμουν.
然而,在我看来,最显而易见的是,他不把舰队带来,是为了拖延希腊人的力量并使他们的局势处于停滞——即在他前往该地并迁延期间消耗他们,并保持力量的均势,通过不加入任何一方而不使其中一方变得更强;因为,如果他愿意的话,他一旦出现,无疑可以毫不犹豫地彻底结束这场战争;因为如果他把胜利带给伯罗奔尼撒人,按照常理他们就会获胜,因为他们即便在目前,在海军方面也是与雅典人势均力敌,而不是处于劣势。
§8.87.5καταφωρᾷ δὲ μάλιστα καὶ ἣν εἶπε πρόφασιν οὐ κομίσας τὰς ναῦς.
而他所声称的不带船来的借口,最能暴露出他的真实意图。
ἔφη γὰρ αὐτὰς ἐλάσσους ἢ ὅσας βασιλεὺς ἔταξε ξυλλεγῆναι· ὁ δὲ χάριν ἂν δήπου ἐν τούτῳ μείζω ἔτι ἔσχεν, οὔτ᾽ ἀναλώσας πολλὰ τῶν βασιλέως τά τε αὐτὰ ἀπ’ ἐλασσόνων πράξας.
因为他说,收集到的船只比国王命令的要少;但是在这种情况下,他本可以通过不大量消耗国王的资金,却以较少的船只达成同样的效果,从而获得国王更大的感激。
§8.87.6ἐς δ’ οὖν τὴν Ἄσπενδον ᾑτινιδὴ γνώμῃ ὁ Τισσαφέρνης ἀφικνεῖται καὶ τοῖς Φοίνιξι ξυγγίγνεται· καὶ οἱ Πελοποννήσιοι ἔπεμψαν ὡς ἐπὶ τὰς ναῦς κελεύσαντος αὐτοῦ Φίλιππον ἄνδρα Λακεδαιμόνιον δύο τριήρεσιν.
总之,不管出于何种意图,蒂萨弗尼斯抵达了阿斯朋多斯并与腓尼基人会面;而伯罗奔尼撒人应他的邀请,派遣了拉刻代蒙人菲利普率领两艘三段击桨船去接运那些船只。

词汇与语法注释

  1. §8.87.1ἀπολύεσθαι πρὸς αὐτοὺς τὰς διαβολάς — 介词短语 `πρὸς αὐτούς`(针对他们)指代伯罗奔尼撒人。动词 `ἀπολύεσθαι` 充当具有自反意义的中动态,意为“为自己洗刷指控或疑虑”,整句意为“向他们澄清针对自己的非难”。
  2. §8.87.3οἱ μὲν γὰρ ἵνα διατρίβῃ... οἱ δὲ ἵνα... ἄλλοι δ' ὡς... — 此处表现出语法上的不对称性(句式不整)。前两个分句 `οἱ μὲν...` 和 `οἱ δὲ...` 使用 `ἵνα` 引导带有虚拟语气的目的从句,而最后的 `ἄλλοι δ’...` 则使用 `ὡς` 引导名词短语。在语境上,必须根据前句的被动语态 `εἰκάζεται`(被推测)在各个分句中补出表示“推测”的主动动词(如 `εἰκάζουσιν`)。
  3. §8.87.4φθορᾶς μέν... ἀνισώσεως δέ — 这两个属格名词 `φθορᾶς`(消耗)与 `ἀνισώσεως`(使之均衡)作为表示原因或目的的属格,与前文的 `διατριβῆς ἕνεκα καὶ ἀνοκωχῆς` 并列,受前置词 `ἕνεκα` 控制。它们指明了蒂萨弗尼斯“消耗”希腊人双方力量并使其“保持均势”的双重战略意图。
  4. §8.87.5καταφωρᾷ δὲ μάλιστα... — 及物动词 `καταφωρᾷ`(暴露、揭露)的主语是紧随其后的关系从句 `ἣν εἶπε πρόφασιν οὐ κομίσας τὰς ναῦς`(他因未带回船只而声称的借口)。整句结构为:“他因不带船只前来而作出的口实,最能暴露出(他的真实意图)”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.87.1-8.87.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.87.1-8.87.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。