Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.86.1-8.86.9

阿尔西比亚德斯制止萨摩斯军队回攻雅典

第 894 段,共 917 段 · 希腊语

内容简介

四百人政府的使节抵达萨摩斯,向愤怒的士兵进行辩解。阿尔西比亚德斯说服并制止了萨摩斯军队回攻雅典本部的计划,从而避免了国家毁于一旦的危机,并让使节带回罢免四百人、重建五百人议事会的要求。

§8.86.1καὶ οἱ ἐκ τῆς Δήλου ἀπὸ τῶν τετρακοσίων [πρεσβευταί], οὓς τότε ἔπεμψαν παραμυθησομένους καὶ ἀναδιδάξοντας τοὺς ἐν τῇ Σάμῳ, ἀφικνοῦνται παρόντος τοῦ Ἀλκιβιάδου, καὶ ἐκκλησίας γενομένης λέγειν ἐπεχείρουν.
那些来自四百人政府、当时留在提洛岛的使节们——他们此前被派去安抚并说明真相给萨摩斯的人们——在阿尔西比亚德斯在场时抵达了;当召开大会时,他们试图发表演说。
§8.86.2οἱ δὲ στρατιῶται τὸ μὲν πρῶτον οὐκ ἤθελον ἀκούειν, ἀλλ’ ἀποκτείνειν ἐβόων τοὺς τὸν δῆμον καταλύοντας, ἔπειτα μέντοι μόλις ἡσυχάσαντες ἤκουσαν.
但起初士兵们不愿听取,而是大声呼喊要处死那些颠覆民主制的人;然而,后来他们好不容易安静下来,便听了他们的陈述。
§8.86.3οἱ δ’ ἀπήγγελλον ὡς οὔτε ἐπὶ διαφθορᾷ τῆς πόλεως ἡ μετάστασις γίγνοιτο, ἀλλ’ ἐπὶ σωτηρίᾳ, οὔθ’ ἵνα τοῖς πολεμίοις παραδοθῇ (ἐξεῖναι γάρ, ὅτε ἐσέβαλον ἤδη σφῶν ἀρχόντων, τοῦτο ποιῆσαι), τῶν τε πεντακισχιλίων ὅτι πάντες ἐν τῷ μέρει μεθέξουσιν, οἵ τε οἰκεῖοι αὐτῶν οὔθ’ ὑβρίζονται, ὥσπερ Χαιρέας διαβάλλων ἀπήγγειλεν, οὔτε κακὸν ἔχουσιν οὐδέν, ἀλλ’ ἐπὶ τοῖς σφετέροις αὐτῶν ἕκαστοι κατὰ χώραν μένουσιν.
他们报告说,政体的变更并非为了毁灭城邦,而是为了拯救它,也不是为了将其出卖给敌人(因为他们说,当敌人入侵时,他们已经掌权,本可以这样做);而且,五千人中的所有人将轮流参与国政;他们的家属既没有像凯雷阿斯诽谤性报告的那样受到虐待,也没有遭受任何祸害,而是各自在自己的地方守着家产。
§8.86.4ἄλλα τε πολλὰ εἰπόντων οὐδὲν μᾶλλον ἐσήκουον, ἀλλ’ ἐχαλέπαινον καὶ γνώμας ἄλλοι ἄλλας ἔλεγον, μάλιστα δὲ ἐπὶ τὸν Πειραιᾶ πλεῖν.
尽管他们还说了许多别的话,但士兵们一点也听不进去,反而更加愤怒,纷纷提出各种主意,尤其是主张乘船前往比雷埃夫斯。
καὶ δοκεῖ Ἀλκιβιάδης πρῶτον τότε καὶ οὐδενὸς ἔλασσον τὴν πόλιν ὠφελῆσαι· ὡρμημένων γὰρ τῶν ἐν Σάμῳ Ἀθηναίων πλεῖν ἐπὶ σφᾶς αὐτούς, ἐν ᾧ σαφέστατα Ἰωνίαν καὶ Ἑλλήσποντον εὐθὺς εἶχον οἱ πολέμιοι, κωλυτὴς γενέσθαι.
在那个时候,阿尔西比亚德斯似乎首度且不亚于任何人地造福了城邦;因为当在萨摩斯的雅典人急于向他们自己进军时——若是如此,敌人无疑将立刻占领伊奥尼亚和赫勒斯滂——他成为了阻止此事发生的人。
§8.86.5καὶ ἐν τῷ τότε ἄλλος μὲν οὐδ’ ἂν εἷς ἱκανὸς ἐγένετο κατασχεῖν τὸν ὄχλον, ἐκεῖνος δὲ τοῦ τ’ ἐπίπλου ἔπαυσε καὶ τοὺς ἰδίᾳ τοῖς πρέσβεσιν ὀργιζομένους λοιδορῶν ἀπέτρεπεν.
在当时,换作其他任何一个人都无法遏制住这群群众,但他不仅阻止了这次航行,而且通过斥责那些单独对使节发怒的人,使他们回心转意。
§8.86.6αὐτὸς δὲ ἀποκρινάμενος αὐτοῖς ἀπέπεμπεν, ὅτι τοὺς μὲν πεντακισχιλίους οὐ κωλύοι ἄρχειν, τοὺς μέντοι τετρακοσίους ἀπαλλάσσειν ἐκέλευεν αὐτοὺς καὶ καθιστάναι τὴν βουλὴν ὥσπερ καὶ πρότερον, τοὺς πεντακοσίους· εἰ δὲ ἐς εὐτέλειάν τι ξυντέτμηται ὥστε τοὺς στρατευομένους μᾶλλον ἔχειν τροφήν, πάνυ ἐπαινεῖν.
他自己回答他们并打发他们回去,说道:他不阻止五千人执政,但他命令他们罢免四百人,并像以前那样恢复五百人议事会;如果为了节省开支而进行了某些削减,使得服役的人能够得到更好的给养,他对此表示赞赏。
§8.86.7καὶ τἆλλα ἐκέλευεν ἀντέχειν καὶ μηδὲν ἐνδιδόναι τοῖς πολεμίοις· πρὸς μὲν γὰρ σφᾶς αὐτοὺς σῳζομένης τῆς πόλεως πολλὴν ἐλπίδα εἶναι καὶ ξυμβῆναι, εἰ δὲ ἅπαξ τὸ ἕτερον σφαλήσεται, ἢ τὸ ἐν Σάμῳ ἢ ἐκεῖνοι, οὐδ’ ὅτῳ διαλλαγήσεταί τις ἔτι ἔσεσθαι.
在其他方面,他敦促他们坚守,不向敌人做任何让步;因为只要城邦得以保存,他们彼此之间和解的希望就很大,但一旦任何一方失败——无论是萨摩斯的军队还是本国的那些人——就再也没有可以与之达成和解的对象了。
§8.86.8παρῆσαν δὲ καὶ Ἀργείων πρέσβεις, ἐπαγγελλόμενοι τῷ ἐν τῇ Σάμῳ τῶν Ἀθηναίων δήμῳ ὥστε βοηθεῖν· ὁ δὲ Ἀλκιβιάδης ἐπαινέσας αὐτοὺς καὶ εἰπὼν ὅταν τις καλῇ παρεῖναι οὕτως ἀπέπεμπεν.
当时阿尔戈斯人的使节也在场,承诺向萨摩斯的雅典人民提供援助;阿尔西比亚德斯赞扬了他们,并告诉他们当有人召唤时便来协助,就这样打发他们回去了。
§8.86.9ἀφίκοντο δὲ οἱ Ἀργεῖοι μετὰ τῶν Παράλων, οἳ τότε ἐτάχθησαν ἐν τῇ στρατιώτιδι νηὶ ὑπὸ τῶν τετρακοσίων περιπλεῖν Εὔβοιαν, καὶ ἄγοντες Ἀθηναίων ἐς Λακεδαίμονα ἀπὸ τῶν τετρακοσίων [πεμπτοὺς ] πρέσβεις, Λαισποδίαν καὶ Ἀριστοφῶντα καὶ Μελησίαν, [οἳ] ἐπειδὴ ἐγένοντο πλέοντες κατ’ Ἄργος, τοὺς μὲν πρέσβεις ξυλλαβόντες τοῖς Ἀργείοις παρέδοσαν ὡς τῶν οὐχ ἥκιστα καταλυσάντων τὸν δῆμον ὄντας, αὐτοὶ δὲ οὐκέτι ἐς τὰς Ἀθήνας ἀφίκοντο, ἀλλ’ ἄγοντες ἐκ τοῦ Ἄργους ἐς τὴν Σάμον τοὺς πρέσβεις ἀφικνοῦνται ᾗπερ εἶχον τριήρει.
阿尔戈斯人是与“帕拉洛斯号”的船员一同抵达的,那些船员当时被四百人政府命令乘军舰巡航优波亚,他们载着由四百人派往拉刻代蒙的雅典使节——即莱斯波迪亚斯、阿里斯托丰和梅莱西亚斯——当他们航行到阿戈斯附近时,逮捕了这些使节并将其移交给阿尔戈斯人,认为他们是极力颠覆民主制的人;他们自己不再回到雅典,而是载着使节从阿戈斯出发,乘着他们原本拥有的那艘三段击桨船抵达了萨摩斯。

词汇与语法注释

  1. 8.86.1παρόντος τοῦ Ἀλκιβιάδου — 由现在分词与专有名词构成的独立属格结构,用以强调使节在阿尔西比亚德斯刚刚重返萨摩斯这一关键时刻抵达。
  2. 8.86.3ἐξεῖναι γάρ, ὅτε ἐσέβαλον ἤδη σφῶν ἀρχόντων, τοῦτο ποιῆσαι — 插入句中的不定式 `ἐξεῖναι` 在由 `γάρ` 引导的解释性从句中作为间接引语中的不定式(infinitivus in obliqua)使用,其主导动词是前面的 `ἀπήγγελλον`。此外,`σφῶν ἀρχόντων` 是独立属格,意为“在他们(四百人)统治期间”。
  3. 8.86.4ὡρμημένων γὰρ τῶν ἐν Σάμῳ Ἀθηναίων πλεῖν ἐπὶ σφᾶς αὐτούς — 由动词 `ὁρμάω` 的完成中被动分词构成的独立属格结构,描绘了萨摩斯雅典人的急切冲动。`πλεῖν ἐπὶ σφᾶς αὐτούς`(向他们自己进军)指的是进攻雅典本国,突出了即将发生的内讧的自毁灭性质。
  4. 8.86.5ἄλλος μὲν οὐδ’ ἂν εἷς ἱκανὸς ἐγένετο — 语气小词 `ἄν` 与直说过去式(aorist)`ἐγένετο` 结合,表示与过去事实相反的假设或强烈的潜在语气(“换作其他任何一个人都无法做到”),以此突显阿尔西比亚德斯在这一危机中的独特作用。
  5. 8.86.9ᾗπερ εἶχον τριήρει — 先行词 `τριήρει` 被同化并纳入关系从句中的与格结构(同化现象)。表示“乘坐他们(原本)拥有的那艘三段击桨船”,突显了他们直接使用夺取来的原船,未作更换便航行回萨摩斯的情形。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.86.1-8.86.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.86.1-8.86.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。