§8.85.1κατὰ δὴ τοιαύτην διαφορὰν ὄντων αὐτοῖς τῶν πραγμάτων πρός τε τὸν Ἀστύοχον καὶ τὸν Τισσαφέρνην Μίνδαρος διάδοχος τῆς Ἀστυόχου ναυαρχίας ἐκ Λακεδαίμονος ἐπῆλθε καὶ παραλαμβάνει τὴν ἀρχήν· ὁ δὲ Ἀστύοχος ἀπέπλει.
正当他们的事务由于与阿斯提奥科斯和蒂萨费尔尼斯的矛盾而处于如此不和的状态时,明达罗斯作为阿斯提奥科斯舰队司令的继任者从拉刻代蒙抵达,并接管了指挥权;而阿斯提奥科斯则乘船离去。
§8.85.2ξυνέπεμψε δὲ καὶ Τισσαφέρνης αὐτῷ πρεσβευτὴν τῶν παρ’ ἑαυτοῦ, Γαυλίτην ὄνομα, Κᾶρα δίγλωσσον, κατηγορήσοντα τῶν τε Μιλησίων περὶ τοῦ φρουρίου καὶ περὶ αὐτοῦ ἅμα ἀπολογησόμενον, εἰδὼς τούς τε Μιλησίους πορευομένους ἐπὶ καταβοῇ τῇ αὑτοῦ μάλιστα καὶ τὸν Ἑρμοκράτη μετ’ αὐτῶν, ὃς ἔμελλε τὸν Τισσαφέρνην ἀποφαίνειν φθείροντα τῶν Πελοποννησίων τὰ πράγματα μετὰ Ἀλκιβιάδου καὶ ἐπαμφοτερίζοντα.
蒂萨费尔尼斯也派出了自己的一名部下随行,名叫高利特斯,是一个会说两种语言的卡里亚人,为的是就堡垒一事指控米利都人,并同时为自己辩护。 因为他知道,米利都人前去主要是为了控告他,而且赫尔莫克拉特斯也与他们同行,后者准备揭露蒂萨费尔尼斯正与阿尔西比亚德斯勾结,破坏伯罗奔尼撒人的事业并持两面讨好的态度。
§8.85.3ἔχθρα δὲ πρὸς αὐτὸν ἦν αὐτῷ αἰεί ποτε περὶ τοῦ μισθοῦ τῆς ἀποδόσεως· καὶ τὰ τελευταῖα φυγόντος ἐκ Συρακουσῶν τοῦ Ἑρμοκράτους καὶ ἑτέρων ἡκόντων ἐπὶ τὰς ναῦς τῶν Συρακοσίων ἐς τὴν Μίλητον στρατηγῶν, Ποτάμιδος καὶ Μύσκωνος καὶ Δημάρχου, ἐνέκειτο ὁ Τισσαφέρνης φυγάδι ὄντι ἤδη τῷ Ἑρμοκράτει πολλῷ ἔτι μᾶλλον καὶ κατηγόρει ἄλλα τε καὶ ὡς χρήματά ποτε αἰτήσας αὑτὸν καὶ οὐ τυχὼν τὴν ἔχθραν οἱ προθοῖτο.
事实上,赫尔莫克拉特斯对他在发放军饷问题上一直怀有敌意;而最近,当赫尔莫克拉特斯被叙拉古流放,叙拉古船只的其他将领——波塔米斯、缪斯孔和德马尔科斯——抵达米利都后,蒂萨费尔尼斯更加猛烈地攻击已成流亡者的赫尔莫克拉特斯,并指控他犯有其他罪状,特别是他曾向自己索要钱财,因未得到满足而对自己怀恨在心。
§8.85.4ὁ μὲν οὖν Ἀστύοχος καὶ οἱ Μιλήσιοι καὶ ὁ Ἑρμοκράτης ἀπέπλευσαν ἐς τὴν Λακεδαίμονα.
于是,阿斯提奥科斯、米利都人和赫尔莫克拉特斯乘船前往拉刻代蒙。
ὁ δὲ Ἀλκιβιάδης διεβεβήκει πάλιν ἤδη παρὰ τοῦ Τισσαφέρνους ἐς τὴν Σάμον.
至于阿尔西比亚德斯,他已经再次从蒂萨费尔尼斯那里渡海回到了萨摩斯。