Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.81.1-8.81.3

阿尔西比亚德斯重返萨摩斯与演说

第 889 段,共 917 段 · 希腊语

内容简介

色拉西布洛斯说服萨摩斯的士兵召回阿尔西比亚德斯,阿尔西比亚德斯在大会上极力夸大自己对蒂萨费尔尼斯的影响力,并承诺提供巨额援助。

§8.81.1οἱ δὲ προεστῶτες ἐν τῇ Σάμῳ καὶ μάλιστα Θρασύβουλος, αἰεί γε τῆς αὐτῆς γνώμης ἐχόμενος, ἐπειδὴ μετέστησε τὰ πράγματα, ὥστε κατάγειν Ἀλκιβιάδην, [καὶ] τέλος ἀπ’ ἐκκλησίας ἔπεισε τὸ πλῆθος τῶν στρατιωτῶν, καὶ ψηφισαμένων αὐτῶν Ἀλκιβιάδῃ κάθοδον καὶ ἄδειαν πλεύσας ὡς τὸν Τισσαφέρνην κατῆγεν ἐς τὴν Σάμον τὸν Ἀλκιβιάδην, νομίζων μόνην σωτηρίαν εἰ Τισσαφέρνην αὐτοῖς μεταστήσειεν ἀπὸ Πελοποννησίων.
在萨摩斯的领导者们,尤其是始终坚持同一主张的色拉西布洛斯,在促成事态转变以至可以召回阿尔西比亚德斯之后,终于在士兵大会上说服了广大士兵。 在他们投票决定允许阿尔西比亚德斯返回并予以免罪之后,色拉西布洛斯乘船前往蒂萨费尔尼斯处,将阿尔西比亚德斯带回了萨摩斯。 他认为,如果能将蒂萨费尔尼斯从伯罗奔尼撒人那边争取到他们这一边,这就是他们唯一的得救之道。
§8.81.2γενομένης δὲ ἐκκλησίας τήν τε ἰδίαν ξυμφορὰν τῆς φυγῆς ἐπῃτιάσατο καὶ ἀνωλοφύρατο ὁ Ἀλκιβιάδης, καὶ περὶ τῶν πολιτικῶν πολλὰ εἰπὼν ἐς ἐλπίδας τε αὐτοὺς οὐ σμικρὰς τῶν μελλόντων καθίστη, καὶ ὑπερβάλλων ἐμεγάλυνε τὴν ἑαυτοῦ δύναμιν παρὰ τῷ Τισσαφέρνει, ἵνα οἵ τε οἴκοι τὴν ὀλιγαρχίαν ἔχοντες φοβοῖντο αὐτὸν καὶ μᾶλλον αἱ ξυνωμοσίαι διαλυθεῖεν καὶ οἱ ἐν τῇ Σάμῳ τιμιώτερόν τε αὐτὸν ἄγοιεν καὶ αὐτοὶ ἐπὶ πλέον θαρσοῖεν, οἵ τε πολέμιοι τῷ Τισσαφέρνει ὡς μάλιστα διαβάλλοιντο καὶ [ἀπὸ] τῶν ὑπαρχουσῶν ἐλπίδων ἐκπίπτοιεν.
在大会召开时,阿尔西比亚德斯既抱怨又哀叹自己被流放的个人不幸,并在谈论了许多政治事务之后,使他们对未来抱有了不小的希望。 他极力夸大自己在蒂萨费尔尼斯那里的影响力,以便使本国掌握寡头政权的人惧怕他,从而使他们的阴谋更容易瓦解;同时也使在萨摩斯的人更加器重他,使他们自己更有勇气;并使敌人与蒂萨费尔尼斯之间尽可能产生隔阂,从而从现有的希望中跌落。
§8.81.3ὑπισχνεῖτο δ’ οὖν τάδε μέγιστα ἐπικομπῶν ὁ Ἀλκιβιάδης, ὡς Τισσαφέρνης αὐτῷ ὑπεδέξατο ἦ μήν, ἕως ἄν τι τῶν ἑαυτοῦ λείπηται, ἢν Ἀθηναίοις πιστεύσῃ, μὴ ἀπορήσειν αὐτοὺς τροφῆς, οὐδ’ ἢν δέῃ τελευτῶντα τὴν ἑαυτοῦ στρωμνὴν ἐξαργυρῶσαι, τάς τε ἐν Ἀσπένδῳ ἤδη οὔσας Φοινίκων ναῦς κομιεῖν Ἀθηναίοις καὶ οὐ Πελοποννησίοις·
总之,阿尔西比亚德斯大肆吹嘘地作出了以下极大的许诺:蒂萨费尔尼斯向他郑重承诺,只要他能信任雅典人,那么只要他自己的财产还剩下一星半点,他就绝不会让雅典人缺乏给养,哪怕最后需要变卖他自己的床铺也在所不惜;并且他会将已经抵达阿斯潘多斯的腓尼基船只带给雅典人,而不是伯罗奔尼撒人。
πιστεῦσαι δ’ ἂν μόνως Ἀθηναίοις, εἰ σῶς αὐτὸς κατελθὼν αὐτῷ ἀναδέξαιτο.
然而,只有在阿尔西比亚德斯自己安全返回并向他作保的情况下,他才会信任雅典人。

词汇与语法注释

  1. §8.81.1νομίζων μόνην σωτηρίαν εἰ Τισσαφέρνην αὐτοῖς μεταστήσειεν ἀπὸ Πελοποννησίων — 在思考动词 νομίζων 之后,单句 μόνην σωτηρίαν [εἶναι] 中省略了不定式 εἶναι,随后接条件从句 εἰ... μεταστήσειεν。这在间接引语中构成了条件句,意为“认为[如果]能使蒂萨费尔尼斯转变立场,[那将是]他们唯一的出路”。
  2. §8.81.2διαβάλλοιντο — 动词 διαβάλλω(使敌对、使反目)的被动语态希求式。在目的从句 ἵνα 中表示被动意义,译为“使敌人与蒂萨费尔尼斯之间尽可能产生隔阂(被使之敌对)”。
  3. §8.81.3τελευτῶντα — 现在分词的单数阳性宾格,与隐含的主语(蒂萨费尔尼斯)一致。在此作副词性使用,表示“最后”或“最终”。
  4. §8.81.3πιστεῦσαι δ’ ἂν μόνως Ἀθηναίοις, εἰ σῶς αὐτὸς κατελθὼν αὐτῷ ἀναδέξαιτο — 带有 ἄν 的不定式 πιστεῦσαι ἂν 在间接引语中相当于带有 ἄν 的希求式(表示潜在可能性的 πιστεύσειεν ἄν),与条件从句 εἰ... ἀναδέξαιτο(希求式)相对应。αὐτός(主格)指阿尔西比亚德斯本人,而 αὐτῷ(与格)指蒂萨费尔尼斯。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.81.1-8.81.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.81.1-8.81.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。