§8.64.1παρακελευσάμενοι οὖν τοιαῦτα τὸν μὲν Πείσανδρον εὐθὺς τότε καὶ τῶν πρέσβεων τοὺς ἡμίσεις ἀπέστελλον ἐπ’ οἴκου πράξοντας τἀκεῖ, καὶ εἴρητο αὐτοῖς τῶν ὑπηκόων πόλεων αἷς ἂν προσσχῶσιν ὀλιγαρχίαν καθιστάναι· τοὺς δ’ ἡμίσεις ἐς τἆλλα τὰ ὑπήκοα χωρία ἄλλους ἄλλῃ διέπεμπον,
这样互相勉励之后,他们便立即派培桑德和半数使节回国去处理那里的事务,并指示他们在航行中所经停的任何属国城市中建立寡头政体;而将另外半数使节分派到其他各属地的不同地方。
§8.64.2καὶ Διειτρέφη ὄντα περὶ Χίον, ᾑρημένον δὲ ἐς τὰ ἐπὶ Θρᾴκης ἄρχειν, ἀπέστελλον ἐπὶ τὴν ἀρχήν.
他们还派迪埃特雷菲斯前往他的任所,他当时在奇奥斯附近,已被选任指挥色雷斯一带的事务。
καὶ ἀφικόμενος ἐς τὴν Θάσον τὸν δῆμον κατέλυσεν.
他到达萨索斯后,便推翻了那里的民主政体。
§8.64.3καὶ ἀπελθόντος αὐτοῦ οἱ Θάσιοι δευτέρῳ μηνὶ μάλιστα τὴν πόλιν ἐτείχιζον, ὡς τῆς μὲν μετ’ Ἀθηναίων ἀριστοκρατίας οὐδὲν ἔτι προσδεόμενοι, τὴν δ’ ἀπὸ Λακεδαιμονίων ἐλευθερίαν ὁσημέραι προσδεχόμενοι·
在他离开后的大约第二个月,萨索斯人开始为城市修筑城墙,因为他们觉得自己已不再需要与雅典人结盟的贵族政体,而是每天都在期盼着来自拉刻代蒙人的自由。
§8.64.4καὶ γὰρ καὶ φυγὴ αὐτῶν ἔξω ἦν ὑπὸ τῶν Ἀθηναίων παρὰ τοῖς Πελοποννησίοις, καὶ αὕτη μετὰ τῶν ἐν τῇ πόλει ἐπιτηδείων κατὰ κράτος ἔπρασσε ναῦς τε κομίσαι καὶ τὴν Θάσον ἀποστῆσαι.
因为被雅典人驱逐的萨索斯流亡者正和伯罗奔尼撒人在一起,他们与城内的同党全力策划,企图勾引舰队并使萨索斯叛变。
ξυνέβη οὖν αὐτοῖς μάλιστα ἃ ἐβούλοντο, τὴν πόλιν τε ἀκινδύνως ὀρθοῦσθαι καὶ τὸν ἐναντιωσόμενον δῆμον καταλελύσθαι.
因此,事情的进展完全符合他们的愿望:城市在毫无危险的情况下得以重整,而持反对态度的民主政体则被推翻。
§8.64.5περὶ μὲν οὖν τὴν Θάσον τἀναντία τοῖς τὴν ὀλιγαρχίαν καθιστᾶσι τῶν Ἀθηναίων ἐγένετο, δοκεῖν δέ μοι καὶ ἐν ἄλλοις πολλοῖς τῶν ὑπηκόων·
因此,在萨索斯发生的事情,与那些试图建立寡头政体的雅典人的意图恰恰相反;在我看来,在其他许多属国中也是如此。
σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐ προτιμήσαντες.
因为这些城市在获得了稳健的秩序和行动的自由之后,便走向了彻底的自由,而没有选择雅典人所提供的虚伪的“法治”。