§8.61.1τοῦ δ’ ἐπιγιγνομένου θέρους ἅμα τῷ ἦρι εὐθὺς ἀρχομένῳ Δερκυλίδας τε ἀνὴρ Σπαρτιάτης στρατιὰν ἔχων οὐ πολλὴν παρεπέμφθη πεζῇ ἐφ’ Ἑλλησπόντου Ἄβυδον ἀποστήσων (εἰσὶ δὲ Μιλησίων ἄποικοι), καὶ οἱ Χῖοι, ἐν ὅσῳ αὐτοῖς ὁ Ἀστύοχος ἠπόρει ὅπως βοηθήσοι, ναυμαχῆσαι πιεζόμενοι τῇ πολιορκίᾳ ἠναγκάσθησαν.
在紧随其后的夏天,一到开春之初,斯巴达人德尔叙利达斯便率领一支人数不多的军队从陆路被派往赫勒斯蓬特,企图使阿卑多斯(他们是米利都人的殖民者)发生叛乱;同时,奇奥斯人在阿斯提奥科斯正苦于不知如何救援他们期间,因受到围困的逼迫,不得不进行海战。
§8.61.2ἔτυχον δὲ ἔτι ἐν Ῥόδῳ ὄντος Ἀστυόχου ἐκ τῆς Μιλήτου Λέοντά τε ἄνδρα Σπαρτιάτην, ὃς Ἀντισθένει ἐπιβάτης ξυνεξῆλθε, τοῦτον κεκομισμένοι μετὰ τὸν Πεδαρίτου θάνατον ἄρχοντα καὶ ναῦς δώδεκα, αἳ ἔτυχον φύλακες Μιλήτου οὖσαι, ὧν ἦσαν Θούριαι πέντε καὶ Συρακόσιαι τέσσαρες καὶ μία Ἀναιῖτις καὶ μία Μιλησία καὶ Λέοντος μία.
原来,当阿斯提奥科斯仍在罗得岛时,奇奥斯人已在佩达里托斯死后,从米利都迎来了斯巴达人莱昂(他曾作为海兵随同安提斯塞内斯一同出发)担任指挥官,并带回了十二艘刚好在米利都担任防卫的船只,其中五艘属于苏里伊,四艘属于叙拉古,一艘属于阿奈亚,一艘属于米利都,还有一艘属于莱昂自己。
§8.61.3ἐπεξελθόντων δὲ τῶν Χίων πανδημεὶ καὶ καταλαβόντων τι ἐρυμνὸν χωρίον καὶ τῶν νεῶν αὐτοῖς ἅμα ἓξ καὶ τριάκοντα ἐπὶ τὰς τῶν Ἀθηναίων δύο καὶ τριάκοντα ἀναγαγομένων ἐναυμάχησαν·
接着,在奇奥斯人全体出击并占领了一处险要之地,同时他们的三十六艘船只出海迎战雅典人的三十二艘船只时,双方爆发了海战。
καὶ καρτερᾶς γενομένης ναυμαχίας οὐκ ἔλασσον ἔχοντες ἐν τῷ ἔργῳ οἱ Χῖοι καὶ οἱ ξύμμαχοι (ἤδη γὰρ καὶ ὀψὲ ἦν) ἀνεχώρησαν ἐς τὴν πόλιν.
在经历了一场激烈的海战后,奇奥斯人及其同盟军在战斗中并未处于下风(因为当时天色已晚),便撤回了城内。