Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.62.1-8.62.3

阿卑多斯叛变与斯特隆比希德斯要塞化塞斯托斯

第 870 段,共 917 段 · 希腊语

内容简介

由于德尔叙利达斯的陆路进军,阿卑多斯和兰普萨科斯相继叛变。雅典将领斯特隆比希德斯迅速夺回兰普萨科斯,但未能攻克阿卑多斯,于是在对岸的塞斯托斯建立了防御基地。

§8.62.1μετὰ δὲ τοῦτο εὐθὺς τοῦ Δερκυλίδου πεζῇ ἐκ τῆς Μιλήτου παρεξελθόντος Ἄβυδος ἐν τῷ Ἑλλησπόντῳ ἀφίσταται πρὸς Δερκυλίδαν καὶ Φαρνάβαζον, καὶ Λάμψακος δυοῖν ἡμέραιν ὕστερον.
此后不久,随着德尔叙利达斯从米利都由陆路进发,赫勒斯蓬特的阿卑多斯便倒向德尔叙利达斯和法尔纳巴佐斯而叛变,两天之后,兰普萨科斯也随之叛变。
§8.62.2Στρομβιχίδης δὲ ἐκ τῆς Χίου πυθόμενος κατὰ τάχος βοηθήσας ναυσὶν Ἀθηναίων τέσσαρσι καὶ εἴκοσιν, ὧν καὶ στρατιώτιδες ἦσαν ὁπλίτας ἄγουσαι, ἐπεξελθόντων τῶν Λαμψακηνῶν μάχῃ κρατήσας καὶ αὐτοβοεὶ Λάμψακον ἀτείχιστον οὖσαν ἑλών, καὶ σκεύη μὲν καὶ ἀνδράποδα ἁρπαγὴν ποιησάμενος, τοὺς δ’ ἐλευθέρους πάλιν κατοικίσας, ἐπ’ Ἄβυδον ἦλθεν.
斯特隆比希德斯在奇奥斯闻讯后,率领二十四艘雅典船只(其中也包括运载重装步兵的运兵船)火速驰援。 他在战斗中击败了出击的兰普萨科斯人,仅凭呐喊便攻占了未设城墙的兰普萨科斯;在将家财和奴隶充作掠夺物,而让自由公民重返家园后,他向阿卑多斯进军。
§8.62.3καὶ ὡς οὔτε προσεχώρουν οὔτε προσβάλλων ἐδύνατο ἑλεῖν, ἐς τὸ ἀντιπέρας τῆς Ἀβύδου ἀποπλεύσας Σηστὸν πόλιν τῆς Χερσονήσου, ἥν ποτε Μῆδοι εἶχον, καθίστατο φρούριον καὶ φυλακὴν τοῦ παντὸς Ἑλλησπόντου.
由于阿卑多斯人不肯投降,且他通过进攻也无法攻克该城,于是他乘船渡到阿卑多斯对岸、坐落于赫耳索涅斯且曾由米底人占领的塞斯托斯城,并将其设为整个赫勒斯蓬特的要塞和防守岗哨。

词汇与语法注释

  1. 8.62.2ὧν καὶ στρατιώτιδες ἦσαν ὁπλίτας ἄγουσαι — 关系代词 ὧν 是属格,作为部分属格修饰前文的 ναυσὶν。στρατιώτιδες 为阴性形容词(省略了阴性名词 νῆες),意为“运兵船”,由现在分词 ἄγουσαι 修饰。
  2. 8.62.2αὐτοβοεὶ — 副词 αὐτοβοεὶ 从字面上看是“仅凭呐喊声本身”,表示没有经过正规的围攻战,而是“仅凭呐喊”或“轻而易举地”攻占了城市。
  3. 8.62.3καθίστατο — 动词 καθίστημι 的未完成过去式中动态,带间接中动的含义,表示斯特隆比希德斯“为了他们自己”(即雅典军队)将塞斯托斯确立并整备为要塞和哨所。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.62.1-8.62.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.62.1-8.62.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。