Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.60.1-8.60.3

奥罗波斯易手与战争第二十年的结束

第 868 段,共 917 段 · 希腊语

内容简介

波奥蒂亚人夺取了奥罗波斯,埃雷特里亚人请求伯罗奔尼撒人援助艾维亚。然而,伯罗奔尼撒人优先救援希奥斯,并在海上遭遇雅典舰队后双方未交战便各自撤退,战争的第二十年至此结束。

§8.60.1Βοιωτοὶ δὲ τελευτῶντος ἤδη τοῦ χειμῶνος Ὠρωπὸν εἷλον προδοσίᾳ, Ἀθηναίων ἐμφρουρούντων.
在冬季即将来临尾声时,波奥蒂亚人通过内应夺取了奥罗波斯,当时雅典人正驻守于此。
ξυνέπραξαν δὲ Ἐρετριῶν τε ἄνδρες καὶ αὐτῶν Ὠρωπίων, ἐπιβουλεύοντες ἀπόστασιν τῆς Εὐβοίας· ἐπὶ γὰρ τῇ Ἐρετρίᾳ τὸ χωρίον ὂν ἀδύνατα ἦν Ἀθηναίων ἐχόντων μὴ οὐ μεγάλα βλάπτειν καὶ Ἐρέτριαν καὶ τὴν ἄλλην Εὔβοιαν.
协助这一行动的有埃雷特里亚人以及奥罗波斯人自己,他们正合谋策划艾维亚的叛乱;因为该地正对埃雷特里亚,如果由雅典人掌控,就势必会对埃雷特里亚及艾维亚其他地方造成巨大的危害。
§8.60.2ἔχοντες οὖν ἤδη τὸν Ὠρωπὸν ἀφικνοῦνται ἐς Ῥόδον οἱ Ἐρετριῆς, ἐπικαλούμενοι ἐς τὴν Εὔβοιαν τοὺς Πελοποννησίους.
因此,埃雷特里亚人已经占领了奥罗波斯,便前往罗得岛,请求伯罗奔尼撒人前往艾维亚。
οἱ δὲ πρὸς τὴν τῆς Χίου κακουμένης βοήθειαν μᾶλλον ὥρμηντο, καὶ ἄραντες πάσαις ταῖς ναυσὶν ἐκ τῆς Ῥόδου ἔπλεον.
但后者更倾向于去救援正处于困境中的希奥斯,于是他们率领所有船只从罗得岛起锚出发。
§8.60.3καὶ γενόμενοι περὶ τὸ Τριόπιον καθορῶσι τὰς τῶν Ἀθηναίων ναῦς πελαγίας ἀπὸ τῆς Χάλκης πλεούσας· καὶ ὡς οὐδέτεροι ἀλλήλοις ἐπέπλεον, ἀφικνοῦνται οἱ μὲν ἐς τὴν Σάμον, οἱ δὲ ἐς τὴν Μίλητον, καὶ ἑώρων οὐκέτι ἄνευ ναυμαχίας οἷόν τε εἶναι ἐς τὴν Χίον βοηθῆσαι.
当他们到达特里奥皮翁附近时,望见雅典的船只正从卡尔基向外海驶去;由于双方都没有向对方发起进攻,前者抵达了萨摩斯,后者抵达了米利都。 他们意识到,若不进行一场海战,就无法再救援希奥斯。
καὶ ὁ χειμὼν ἐτελεύτα οὗτος, καὶ εἰκοστὸν ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
这个冬季结束了,修昔底德所著的这场战争的第二十年也随之结束。

词汇与语法注释

  1. 8.60.1μὴ οὐ — 在带有否定含义的形容词 ἀδύ纳τος(此处为中性复数非人称形式 ἀδύνατα ἦν)之后接不定式时,使用双重否定 μὴ οὐ 来表示强烈的肯定意义(即“不得不”、“势必会”)。
  2. 8.60.1Ἀθηναίων ἐχόντων — 属格独立结构,在此处表示条件(“如果雅典人占领该地”)。它与前文的分词 ὄν 呼应,用以解释奥罗波斯的战略重要性。
  3. 8.60.3οἱ μὲν ... οἱ δὲ — 对比性主语。根据上下文,前者(οἱ μὲν)指代雅典人(由前文的 τὰς τῶν Ἀθηναίων ναῦς 所暗示),后者(οἱ δὲ)指代伯罗奔尼撒人(本节行动的主要主体)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.60.1-8.60.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.60.1-8.60.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。