§8.5.1πρασσόντων δὲ ταῦτα ἀμφοτέρων καὶ ὄντων οὐδὲν ἄλλο ἢ ὥσπερ ἀρχομένων ἐν κατασκευῇ τοῦ πολέμου, πρῶτοι Εὐβοῆς ὡς Ἆγιν περὶ ἀποστάσεως τῶν Ἀθηναίων ἐπρεσβεύσαντο ἐν τῷ χειμῶνι τούτῳ.
在双方进行这些准备、其状态完全如同战争刚开始而在筹备时,就在这同一个冬天里,优卑亚人首先派遣使者前往阿基斯处,商讨脱离雅典人叛乱之事。
ὁ δὲ προσδεξάμενος τοὺς λόγους αὐτῶν μεταπέμπεται ἐκ Λακεδαίμονος Ἀλκαμένη τὸν Σθενελαΐδου καὶ Μέλανθον ἄρχοντας ὡς ἐς τὴν Εὔβοιαν·
阿基斯接受了他们的提议,从拉栖代梦召来斯塞内莱达斯之子阿尔卡梅尼斯和梅兰索斯,作为前往优卑亚的指挥官。
οἱ δ’ ἦλθον ἔχοντες τῶν νεοδαμωδῶν ὡς τριακοσίους, καὶ παρεσκεύαζεν αὐτοῖς τὴν διάβασιν.
他们带领大约三百名新公民到来,阿基斯便为他们准备渡海。
§8.5.2ἐν τούτῳ δὲ καὶ Λέσβιοι ἦλθον βουλόμενοι καὶ αὐτοὶ ἀποστῆναι·
在此期间,莱斯沃斯人也来表示他们也想叛离。
καὶ ξυμπρασσόντων αὐτοῖς τῶν Βοιωτῶν ἀναπείθεται Ἆγις ὥστε Εὐβοίας μὲν πέρι ἐπισχεῖν, τοῖς δὲ Λεσβίοις παρεσκεύαζε τὴν ἀπόστασιν, Ἀλκαμένη τε ἁρμοστὴν διδούς, ὃς ἐς Εὔβοιαν πλεῖν ἔμελλε, καὶ δέκα μὲν Βοιωτοὶ ναῦς ὑπέσχοντο, δέκα δὲ Ἆγις.
在波奥蒂亚人的协助下,阿基斯被说服,决定推迟优卑亚的事宜,转而为莱斯沃斯人的叛乱做准备。 他指派本将前往优卑亚的阿尔卡梅尼斯担任总督,波奥蒂亚人承诺提供十艘船,阿基斯也承诺提供十艘。
§8.5.3καὶ ταῦτα ἄνευ τῆς Λακεδαιμονίων πόλεως ἐπράσσετο·
这些活动是在没有拉栖代梦城邦授权的情况下进行的。
ὁ γὰρ Ἆγις, ὅσον χρόνον ἦν περὶ Δεκέλειαν ἔχων τὴν μεθ’ ἑαυτοῦ δύναμιν, κύριος ἦν καὶ ἀποστέλλειν εἴ ποί τινα ἐβούλετο στρατιὰν καὶ ξυναγείρειν καὶ χρήματα πράσσειν.
因为阿基斯只要带着自己的部队留在德凯莱亚附近,就有权向他属意的任何地方派遣军队、招集兵员和征集资金。
καὶ πολὺ μᾶλλον ὡς εἰπεῖν κατὰ τοῦτον τὸν καιρὸν αὐτοῦ οἱ ξύμμαχοι ὑπήκουον [ἢ] τῶν ἐν τῇ πόλει Λακεδαιμονίων· δύναμιν γὰρ ἔχων αὐτὸς εὐθὺς ἑκασταχόσε δεινὸς παρῆν.
实际上,在此时期,同盟国在某种程度上服从他,远甚于服从城邦里的拉栖代梦人;因为他自己握有军队,能随时出现在各地,令人畏惧。
§8.5.4καὶ ὁ μὲν τοῖς Λεσβίοις ἔπρασσε, Χῖοι δὲ καὶ Ἐρυθραῖοι ἀποστῆναι καὶ αὐτοὶ ἑτοῖμοι ὄντες πρὸς μὲν Ἆγιν οὐκ ἐτράποντο, ἐς δὲ τὴν Λακεδαίμονα.
正当他在为莱斯沃斯人运作时,同样准备叛离的希奥斯人和埃里特赖人并未求助于阿基斯,而是前往拉栖代梦。
καὶ παρὰ Τισσαφέρνους, ὃς βασιλεῖ Δαρείῳ τῷ Ἀρταξέρξου στρατηγὸς ἦν τῶν κάτω, πρεσβευτὴς ἅμα μετ’ αὐτῶν παρῆν.
与他们一起到来的,还有提萨斐尼派出的使者,他是阿尔塔薛西斯之子大流士国王治下的下部行省督抚。
§8.5.5ἐπήγετο γὰρ καὶ ὁ Τισσαφέρνης τοὺς Πελοποννησίους καὶ ὑπισχνεῖτο τροφὴν παρέξειν.
因为提萨斐尼也在拉拢伯罗奔尼撒人,并承诺向他们提供给养。
ὑπὸ βασιλέως γὰρ νεωστὶ ἐτύγχανε πεπραγμένος τοὺς ἐκ τῆς ἑαυτοῦ ἀρχῆς φόρους, οὓς δι’ Ἀθηναίους ἀπὸ τῶν Ἑλληνίδων πόλεων οὐ δυνάμενος πράσσεσθαι ἐπωφείλησεν·
他最近正被国王催缴其辖区内的贡赋,而由于雅典人的阻碍,他无法从希腊城市中征收这些贡赋,因而欠下了债务。
τούς τε οὖν φόρους μᾶλλον ἐνόμιζε κομιεῖσθαι κακώσας τοὺς Ἀθηναίους, καὶ ἅμα βασιλεῖ ξυμμάχους Λακεδαιμονίους ποιήσειν, καὶ Ἀμόργην τὸν Πισσούθνου υἱὸν νόθον, ἀφεστῶτα περὶ Καρίαν, ὥσπερ αὐτῷ προσέταξε βασιλεύς, ἢ ζῶντα ἄξειν ἢ ἀποκτενεῖν.
因此,他认为通过打击雅典人,他能更好地收回贡赋,同时让拉栖代梦人成为国王的盟友,并且按照国王的命令,将正在卡里亚反叛的皮苏特内斯的私生子阿莫尔戈斯或擒或杀。