§8.58.1‘τρίτῳ καὶ δεκάτῳ ἔτει Δαρείου βασιλεύοντος, ἐφορεύοντος δὲ Ἀλεξιππίδα ἐν Λακεδαίμονι, ξυνθῆκαι ἐγένοντο ἐν Μαιάνδρου πεδίῳ Λακεδαιμονίων καὶ τῶν ξυμμάχων πρὸς Τισσαφέρνην καὶ Ἱεραμένη καὶ τοὺς Φαρνάκου παῖδας περὶ τῶν βασιλέως πραγμάτων καὶ Λακεδαιμονίων καὶ τῶν ξυμμάχων.
“在大流士在位的第十三年,亚历克西皮达斯在拉刻代蒙担任监察官期间,在迈安德罗斯平原,拉刻代蒙人及其盟友与蒂萨弗尼斯、希埃拉墨涅斯及法尔纳克斯之子缔结了条约,内容涉及国王的事物以及拉刻代蒙人及其盟友的事物。
§8.58.2χώραν τὴν βασιλέως, ὅση τῆς Ἀσίας ἐστί, βασιλέως εἶναι· καὶ περὶ τῆς χώρας τῆς ἑαυτοῦ βουλευέτω βασιλεὺς ὅπως βούλεται.
国王在亚洲的所有领土,均属于国王;关于他自己的领土,国王可按其意愿决定。
§8.58.3Λακεδαιμονίους δὲ καὶ τοὺς ξυμμάχους μὴ ἰέναι ἐπὶ χώραν τὴν βασιλέως ἐπὶ κακῷ μηδενί, μηδὲ βασιλέα ἐπὶ τὴν Λακεδαιμονίων χώραν μηδὲ τῶν ξυμμάχων ἐπὶ κακῷ μηδενί.
拉刻代蒙人及其盟友不得以任何敌意侵入国王的领土,国王亦不得以任何敌意侵入拉刻代蒙人及其盟友的领土。
§8.58.4ἢν δέ τις Λακεδαιμονίων ἢ τῶν ξυμμάχων ἐπὶ κακῷ ἴῃ ἐπὶ τὴν βασιλέως χώραν, Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους κωλύειν· καὶ ἤν τις ἐκ τῆς βασιλέως ἴῃ ἐπὶ κακῷ ἐπὶ Λακεδαιμονίους ἢ τοὺς ξυμμάχους, βασιλεὺς κωλυέτω.
若有任何拉刻代蒙人或其盟友以敌意侵入国王的领土,拉刻代蒙人及其盟友当予以阻止;若有人从国王领土以敌意侵入拉刻代蒙人或其盟友的领土,国王当予以阻止。
§8.58.5τροφὴν δὲ ταῖς ναυσὶ ταῖς νῦν παρούσαις Τισσαφέρνην παρέχειν κατὰ τὰ ξυγκείμενα μέχρι ἂν αἱ νῆες αἱ βασιλέως ἔλθωσιν· §8.58.6Λακεδαιμονίους δὲ καὶ τοὺς ξυμμάχους, ἐπὴν αἱ βασιλέως νῆες ἀφίκωνται, τὰς ἑαυτῶν ναῦς, ἢν βούλωνται, τρέφειν ἐφ’ ἑαυτοῖς εἶναι.
蒂萨弗尼斯当依照协议,向目前在场的船只提供粮食,直至国王的船只抵达;在国王的船只抵达后,若拉刻代蒙人及其盟友愿意,由其自行承担费用维持自己的船只,这取决于他们自己。
ἢν δὲ παρὰ Τισσαφέρνους λαμβάνειν ἐθέλωσι τὴν τροφήν, Τισσαφέρνην παρέχειν, Λακεδαιμονίους δὲ καὶ τοὺς ξυμμάχους τελευτῶντος τοῦ πολέμου τὰ χρήματα Τισσαφέρνει ἀποδοῦναι ὁπόσα ἂν λάβωσιν.
但如果他们希望从蒂萨弗尼斯处获取粮食,蒂萨弗尼斯当予以提供;而拉刻代蒙人及其盟友在战争结束时,当将所收到的全部资金偿还给蒂萨弗尼斯。
§8.58.7ἐπὴν δὲ αἱ βασιλέως νῆες ἀφίκωνται, αἵ τε Λακεδαιμονίων νῆες καὶ αἱ τῶν ξυμμάχων καὶ αἱ βασιλέως κοινῇ τὸν πόλεμον πολεμούντων καθ’ ὅτι ἂν Τισσαφέρνει δοκῇ καὶ Λακεδαιμονίοις καὶ τοῖς ξυμμάχοις.
在国王的船只抵达后,拉刻代蒙人的船只、其盟友的船只以及国王的船只当共同进行战争,具体方式依蒂萨弗尼斯、拉刻代蒙人及其盟友认为合适者而定。
ἢν δὲ καταλύειν βούλωνται πρὸς Ἀθηναίους, ἐν ὁμοίῳ καταλύεσθαι.
若他们希望与雅典人讲和,当在对等的条件下讲和。
’
”