§8.57.1Τισσαφέρνης δὲ εὐθὺς μετὰ ταῦτα καὶ ἐν τῷ αὐτῷ χειμῶνι παρέρχεται ἐς τὴν Καῦνον, βουλόμενος τοὺς Πελοποννησίους πάλιν τε κομίσαι ἐς τὴν Μίλητον καὶ ξυνθήκας ἔτι ἄλλας ποιησάμενος, ἃς ἂν δύνηται, τροφήν τε παρέχειν καὶ μὴ παντάπασιν ἐκπεπολεμῶσθαι, δεδιὼς μή, ἢν ἀπορῶσι πολλαῖς ναυσὶ τῆς τροφῆς, ἢ τοῖς Ἀθηναίοις ἀναγκασθέντες ναυμαχεῖν ἡσσηθῶσιν ἢ κενωθεισῶν τῶν νεῶν ἄνευ ἑαυτοῦ γένηται τοῖς Ἀθηναίοις ἃ βούλονται.
在这些事情发生后不久,且在同一个冬季,蒂萨弗尼斯前往考诺斯。 他希望将伯罗奔尼撒人重新带回米利都,并在尽可能达成其他条款的基础上,向他们提供粮食,而不至于与他们完全进入敌对状态。 因为他害怕,如果他们拥有这么多船只却缺乏粮食,他们要么会被迫与雅典人进行海战并被击败,要么在船只变空的情况下,雅典人将在没有他参与的情况下实现他们的愿望。
ἔτι δὲ ἐφοβεῖτο μάλιστα μὴ τῆς τροφῆς ζητήσει πορθήσωσι τὴν ἤπειρον.
此外,他最害怕的是他们为了寻找粮食而蹂躏大陆。
§8.57.2πάντων οὖν τούτων λογισμῷ καὶ προνοίᾳ, ὥσπερ ἐβούλετο ἐπανισοῦν τοὺς Ἕλληνας πρὸς ἀλλήλους, μεταπεμψάμενος οὖν τοὺς Πελοποννησίους τροφήν τε αὐτοῖς δίδωσι καὶ σπονδὰς τρίτας τάσδε σπένδεται.
因此,出于对所有这些事情的考虑和预见,正如他希望使希腊人互相牵制、保持势力均衡一样,他因此召来伯罗奔尼撒人,给他们提供粮食,并与他们缔结了如下第三个条约。