§8.56.1μετὰ δὲ ταῦτα οἱ μὲν Χῖοι ἔκ τε γῆς καὶ θαλάσσης ἔτι μᾶλλον ἢ πρότερον ἐπολιορκοῦντο καὶ ὁ λιμὸς αὐτόθι ἦν μέγας·
此后,基奥斯人在陆地和海上都受到比以前更严重的围困,那里的饥荒十分严重。
οἱ δὲ περὶ τὸν Πείσανδρον Ἀθηναίων πρέσβεις ἀφικόμενοι ὡς τὸν Τισσαφέρνην λόγους ποιοῦνται περὶ τῆς ὁμολογίας.
另一方面,以佩桑德为首的雅典使节抵达蒂萨弗尼斯处,就达成协议进行谈判。
§8.56.2Ἀλκιβιάδης δέ (οὐ γὰρ αὐτῷ πάνυ τὰ ἀπὸ Τισσαφέρνους βέβαια ἦν, φοβουμένου τοὺς Πελοποννησίους μᾶλλον καὶ ἔτι βουλομένου, καθάπερ καὶ ὑπ’ ἐκείνου ἐδιδάσκετο, τρίβειν ἀμφοτέρους) τρέπεται ἐπὶ τοιόνδε εἶδος ὥστε τὸν Τισσαφέρνην ὡς μέγιστα αἰτοῦντα παρὰ τῶν Ἀθηναίων μὴ ξυμβῆναι.
但是阿尔西比亚德斯(因为蒂萨弗尼斯的态度对他来说并不完全可靠,因为蒂萨弗尼斯更害怕伯罗奔尼撒人,并且仍然希望——正如他受到阿尔西比亚德斯本人的指点那样——消耗双方的力量)采取了如下策略,即通过让蒂萨弗尼斯向雅典人提出极大的要求,从而使双方无法达成协议。
§8.56.3δοκεῖ δέ μοι καὶ ὁ Τισσαφέρνης τὸ αὐτὸ βουληθῆναι, αὐτὸς μὲν διὰ τὸ δέος, ὁ δὲ Ἀλκιβιάδης, ἐπειδὴ ἑώρα ἐκεῖνον καὶ ὣς οὐ ξυμβησείοντα, δοκεῖν τοῖς Ἀθηναίοις ἐβούλετο μὴ ἀδύνατος εἶναι πεῖσαι, ἀλλ’ ὡς πεπεισμένῳ Τισσαφέρνει καὶ βουλομένῳ προσχωρῆσαι τοὺς Ἀθηναίους μὴ ἱκανὰ διδόναι.
在我看来,蒂萨弗尼斯自己也希望如此,他本人是因为害怕,而阿尔西比亚德斯则是因为看出对方无论如何都不打算达成协议,所以他不想让雅典人觉得他无力说服对方,而是想让人觉得蒂萨弗尼斯已被说服并愿意结盟,但雅典人给出的让步却不够。
§8.56.4ᾔτει γὰρ τοσαῦτα ὑπερβάλλων ὁ Ἀλκιβιάδης, λέγων αὐτὸς ὑπὲρ παρόντος τοῦ Τισσαφέρνους, ὥστε τὸ τῶν Ἀθηναίων, καίπερ ἐπὶ πολὺ ὅτι αἰτοίη ξυγχωρούντων, ὅμως αἴτιον γενέσθαι·
因为阿尔西比亚德斯代表在场的蒂萨弗尼斯发言,提出了如此过分的要求,以至于雅典人尽管做出了许多让步,最终还是成了谈判破裂的原因。
Ἰωνίαν τε γὰρ πᾶσαν ἠξίου δίδοσθαι καὶ αὖθις νήσους τε τὰς ἐπικειμένας καὶ ἄλλα, οἷς οὐκ ἐναντιουμένων τῶν Ἀθηναίων τέλος ἐν τῇ τρίτῃ ἤδη ξυνόδῳ, δείσας μὴ πάνυ φωραθῇ ἀδύνατος ὤν, ναῦς ἠξίου ἐᾶν βασιλέα ποιεῖσθαι καὶ παραπλεῖν τὴν ἑαυτοῦ γῆν ὅπῃ ἂν καὶ ὅσαις ἂν βούληται.
因为他要求割让整个伊奥尼亚,进而要求割让邻近的岛屿及其他事物;而当雅典人对此不加反对时,最终在已经进行的第三次会议上,他因害怕自己无能的真相彻底败露,竟要求允许波斯国王建造船只,并允许其在自己领土的沿岸,随时随地随心所欲地派任意数量的船只航行。
ἐνταῦθα δὴ οὐκέτι. . . ἀλλ’ ἄπορα νομίσαντες οἱ Ἀθηναῖοι καὶ ὑπὸ τοῦ Ἀλκιβιάδου ἐξηπατῆσθαι, δι’ ὀργῆς ἀπελθόντες κομίζονται ἐς τὴν Σάμον.
到了这一步,雅典人再也无法容忍,他们认为这是无法接受的条件,并感到被阿尔西比亚德斯欺骗了,于是愤而离去,撤回了萨摩斯。