Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.55.1-8.55.3

雅典设防卡尔克岛与佩达里托斯阵亡

第 863 段,共 917 段 · 希腊语

内容简介

雅典将军莱昂和狄奥墨东袭击罗得岛,随后将基地设在卡尔克岛。在基奥斯,佩达里托斯进攻雅典人的防御工事,但在反击中战败身亡。

§8.55.1ὁ δὲ Λέων καὶ ὁ Διομέδων ἐν τῷ αὐτῷ χειμῶνι ἀφιγμένοι ἤδη ἐπὶ τὰς τῶν Ἀθηναίων ναῦς ἐπίπλουν τῇ Ῥόδῳ ἐποιήσαντο.
在同一个冬季里,莱昂和狄奥墨东已经抵达了雅典的舰队,并对罗得岛发动了袭击。
καὶ τὰς μὲν ναῦς καταλαμβάνουσιν ἀνειλκυσμένας τῶν Πελοποννησίων, ἐς δὲ τὴν γῆν ἀπόβασίν τινα ποιησάμενοι καὶ τοὺς προσβοηθήσαντας Ῥοδίων νικήσαντες μάχῃ ἀπεχώρησαν ἐς τὴν Χάλκην, καὶ τὸν πόλεμον ἐντεῦθεν μᾶλλον 〈ἢ〉 ἐκ τῆς Κῶ ἐποιοῦντο·
他们发现伯罗奔尼撒人的船只已经拖上岸来,便在陆地上进行了一次登陆,并在战斗中击败了前来增援的罗得人,随后撤退到卡尔克岛。
εὐφυλακτότερα γὰρ αὐτοῖς ἐγίγνετο, εἴ ποι ἀπαίροι τὸ τῶν Πελοποννησίων ναυτικόν.
此后,他们主要从这里,而不是从科斯岛进行战争,因为如果伯罗奔尼撒人的舰队从任何地方出航,对他们来说都更容易进行监视。
§8.55.2ἦλθε δ’ ἐς τὴν Ῥόδον καὶ Ξενοφαντίδας Λάκων παρὰ Πεδαρίτου ἐκ Χίου, λέγων ὅτι τὸ τεῖχος τῶν Ἀθηναίων ἤδη ἐπιτετέλεσται, καὶ εἰ μὴ βοηθήσουσι πάσαις ταῖς ναυσίν, ἀπολεῖται τὰ ἐν Χίῳ πράγματα.
同时,一个名叫克塞诺凡蒂达斯的拉栖代梦人从基奥斯岛的佩达里托斯那里来到罗得岛,报告说雅典人的围墙已经竣工,如果不动用全部船只前去增援,基奥斯的局势就将毁灭。
οἱ δὲ διενοοῦντο βοηθήσειν.
于是他们打算前去增援。
§8.55.3ἐν τούτῳ δὲ ὁ Πεδάριτος αὐτός τε καὶ τὸ περὶ αὑτὸν ἐπικουρικὸν ἔχων καὶ τοὺς Χίους πανστρατιᾷ προσβαλὼν τῶν Ἀθηναίων τῷ περὶ τὰς ναῦς ἐρύματι αἱρεῖ τέ τι αὐτοῦ καὶ νεῶν τινῶν ἀνειλκυσμένων ἐκράτησεν·
在此期间,佩达里托斯本人率领身边的雇佣军以及基奥斯人的全部军队,进攻雅典人船只周围的防御工事,攻占了其中的一部分,并夺取了几艘拖上岸的船只。
ἐπεκβοηθησάντων δὲ τῶν Ἀθηναίων καὶ τρεψαμένων τοὺς Χίους πρώτους νικᾶται καὶ τὸ ἄλλο τὸ περὶ τὸν Πεδάριτον, καὶ αὐτὸς ἀποθνῄσκει καὶ τῶν Χίων πολλοὶ καὶ ὅπλα ἐλήφθη πολλά.
然而,当雅典人出击救援并首先击溃了基奥斯人时,佩达里托斯周围的其余军队也被击败,他本人阵亡,许多基奥斯人也战死,许多武器被缴获。

词汇与语法注释

  1. 8.55.1εὐφυλακτότερα — 中性复数形式非人称地使用,意为“(进行监视)更加容易”。εἰ 从句(εἴ ποι ἀπαίροι)实际上起到了主语的作用,或者指代前后的整体情况。
  2. 8.55.1εἴ ποι ἀπαίροι — εἰ 搭配祈愿语气。对应主句的过去时态(ἐγίγνετο),表示过去不确定的条件,即“如果……出航的话”这一假设。
  3. 8.55.3τῶν Ἀθηναίων τῷ περὶ τὰς ναῦς ἐρύματι — 属格 τῶν Ἀθηναίων(雅典人的)修饰名词 ἐρύματι(防御工事)。它被放置在冠词 τῷ 之前,形成了语序倒装(hyperbaton)。
  4. 8.55.3ἐπεκβοηθησάντων δὲ τῶν Ἀθηναίων καὶ τρεψαμένων τοὺς Χίους πρώτους — 属格独立结构(genitive absolute)。两个分词 ἐπεκβοηθησάντων 和 τρεψαμένων 的逻辑主语是 τῶν Ἀθηναίων。由于其与主句(νικᾶται...)的主语不同,故使用此结构。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.55.1-8.55.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.55.1-8.55.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。