§8.54.1ὁ δὲ δῆμος τὸ μὲν πρῶτον ἀκούων χαλεπῶς ἔφερε τὸ περὶ τῆς ὀλιγαρχίας· σαφῶς δὲ διδασκόμενος ὑπὸ τοῦ Πεισάνδρου μὴ εἶναι ἄλλην σωτηρίαν, δείσας καὶ ἅμα ἐπελπίζων ὡς καὶ μεταβαλεῖται, ἐνέδωκεν.
起初,民众听到关于寡头政治的提议时感到很不满;但由于皮桑德清楚地向他们说明没有其他得救的途径,他们感到恐惧,同时又寄希望于以后还可以进行更改,于是便妥协了。
§8.54.2καὶ ἐψηφίσαντο πλεύσαντα τὸν Πείσανδρον καὶ δέκα ἄνδρας μετ’ αὐτοῦ πράσσειν ὅπῃ [ἂν] αὐτοῖς δοκοίη ἄριστα ἕξειν τά τε πρὸς τὸν Τισσαφέρνην καὶ τὸν Ἀλκιβιάδην.
于是他们投票决定,让皮桑德和同行的十人乘船出发,在与提萨斐尼和阿尔西比亚德斯的交涉中,按照他们认为最有利的方式来处理事务。
§8.54.3ἅμα τε διαβαλόντος καὶ Φρύνιχον τοῦ Πεισάνδρου παρέλυσεν ὁ δῆμος τῆς ἀρχῆς καὶ τὸν ξυνάρχοντα Σκιρωνίδην, ἀντέπεμψαν δὲ στρατηγοὺς ἐπὶ τὰς ναῦς Διομέδοντα καὶ Λέοντα.
同时,由于皮桑德也诽谤了弗律尼科斯,民众便解除了他及其同事斯奇罗尼德斯的职务,并派狄奥墨东和莱昂作为将军前往舰队。
τὸν δὲ Φρύνιχον ὁ Πείσανδρος φάσκων Ἴασον προδοῦναι καὶ Ἀμόργην διέβαλεν, οὐ νομίζων ἐπιτήδειον εἶναι τοῖς πρὸς τὸν Ἀλκιβιάδην πρασσομένοις.
皮桑德声称弗律尼科斯背叛了雅索斯和阿莫尔格斯而对他进行诽谤,因为他认为弗律尼科斯不适合参与同阿尔西比亚德斯有关的交涉。
§8.54.4καὶ ὁ μὲν Πείσανδρος τάς τε ξυνωμοσίας, αἵπερ ἐτύγχανον πρότερον ἐν τῇ πόλει οὖσαι ἐπὶ δίκαις καὶ ἀρχαῖς, ἁπάσας ἐπελθὼν καὶ παρακελευσάμενος ὅπως ξυστραφέντες καὶ κοινῇ βουλευσάμενοι καταλύσουσι τὸν δῆμον, καὶ τἆλλα παρασκευάσας ἐπὶ τοῖς παροῦσιν ὥστε μηκέτι διαμέλλεσθαι, αὐτὸς μετὰ τῶν δέκα ἀνδρῶν τὸν πλοῦν ὡς τὸν Τισσαφέρνην ποιεῖται.
随后,皮桑德走访了城邦中先前为了诉讼和官职而存在的所有秘密结社,鼓励他们团结起来,共同谋划推翻民主政体,并针对眼下的情况做好了其他准备,使事情不再拖延,然后他本人与那十人一起乘船前往提萨斐尼处。