§8.52.1μετὰ δὲ τοῦτο Ἀλκιβιάδης μὲν Τισσαφέρνην παρεσκεύαζε καὶ ἀνέπειθεν ὅπως φίλος ἔσται τοῖς Ἀθηναίοις, δεδιότα μὲν τοὺς Πελοποννησίους, ὅτι πλέοσι ναυσὶ τῶν Ἀθηναίων παρῆσαν, βουλόμενον δὲ ὅμως, εἰ δύναιτό πως, πεισθῆναι, ἄλλως τε καὶ ἐπειδὴ τὴν ἐν τῇ Κνίδῳ διαφορὰν περὶ τῶν Θηριμένους σπονδῶν ᾔσθετο τῶν Πελοποννησίων̔ ἤδη γὰρ κατὰ τοῦτον τὸν καιρὸν ἐν τῇ Ῥόδῳ ὄντων αὐτῶν ἐγεγένητὀ·
此后,阿尔西比亚德斯极力拉拢并说服提萨斐尼,使其与雅典人友好。 提萨斐尼一方面因伯罗奔尼撒人的船只多于雅典人而害怕他们,但另一方面,如果有可能的话,他仍希望被说服——尤其是当他得知伯罗奔尼撒人在克尼多斯因塞里梅尼斯的条约而产生分歧之后(因为在此时,当伯罗奔尼撒人停留在罗得岛时,这起分歧已经发生了)。
ἐν ᾗ τὸν τοῦ Ἀλκιβιάδου λόγον πρότερον εἰρημένον περὶ τοῦ ἐλευθεροῦν τοὺς Λακεδαιμονίους τὰς ἁπάσας πόλεις ἐπηλήθευσεν ὁ Λίχας, οὐ φάσκων ἀνεκτὸν εἶναι ξυγκεῖσθαι κρατεῖν βασιλέα τῶν πόλεων ὧν ποτὲ καὶ πρότερον ἢ αὐτὸς ἢ οἱ πατέρες ἦρχον.
在这场分歧中,利卡斯证实了阿尔西比亚德斯此前所说的“拉刻代蒙人将解放所有城市”的话,因为他声称,协议中规定国王应统治他本人或其祖先此前曾统治过的一切城市,这是不可容忍的。
καὶ ὁ μὲν Ἀλκιβιάδης, ἅτε περὶ μεγάλων ἀγωνιζόμενος, προθύμως τὸν Τισσαφέρνην θεραπεύων προσέκειτο·
因此,阿尔西比亚德斯由于正为重大目标而奋斗,便竭力巴结并妥协提萨斐尼。