§8.51.1καὶ ὡς προῄσθετο αὐτὸν ὁ Φρύνιχος ἀδικοῦντα καὶ ὅσον οὐ παροῦσαν ἀπὸ τοῦ Ἀλκιβιάδου περὶ τούτων ἐπιστολήν, αὐτὸς προφθάσας τῷ στρατεύματι ἐξάγγελος γίγνεται ὡς οἱ πολέμιοι μέλλουσιν ἀτειχίστου οὔσης τῆς Σάμου καὶ ἅμα τῶν νεῶν οὐ πασῶν ἔνδον ὁρμουσῶν ἐπιθήσεσθαι τῷ στρατοπέδῳ, καὶ ταῦτα σαφῶς πεπυσμένος εἴη, καὶ χρῆναι τειχίζειν τε Σάμον ὡς τάχιστα καὶ τἆλλα ἐν φυλακῇ ἔχειν·
弗里尼库斯预先察觉到他行事不义,并得知阿尔西比亚德斯关于此事的信件几乎就要送达,他便自己抢先向军队发出警报,称由于萨摩斯没有防御工事,同时并非所有船只都停泊在港内,敌人正准备袭击营地;他声称自己已确切获知此消息,因此必须尽快在萨摩斯筑城防守,并对其他事物保持戒备。
ἐστρατήγει δὲ καὶ κύριος ἦν αὐτὸς πράσσων ταῦτα.
当时他担任将军,有权自己执行这些措施。
§8.51.2καὶ οἱ μὲν τὸν τειχισμόν τε παρεσκευάζοντο καὶ ἐκ τοῦ τοιούτου, καὶ ὣς μέλλουσα, Σάμος θᾶσσον ἐτειχίσθη·
于是他们开始准备筑城,由于这个缘故,萨摩斯得以更迅速地建立起防御工事——尽管它本来也是要筑城的。
αἱ δὲ παρὰ τοῦ Ἀλκιβιάδου ἐπιστολαὶ οὐ πολὺ ὕστερον ἧκον ὅτι προδίδοταί τε τὸ στράτευμα ὑπὸ Φρυνίχου καὶ οἱ πολέμιοι μέλλουσιν ἐπιθήσεσθαι.
不久之后,阿尔西比亚德斯的信件送达,称军队正遭到弗里尼库斯的背叛,且敌人正准备发动袭击。
§8.51.3δόξας δὲ ὁ Ἀλκιβιάδης οὐ πιστὸς εἶναι, ἀλλὰ τὰ ἀπὸ τῶν πολεμίων προειδὼς τῷ Φρυνίχῳ ὡς ξυνειδότι κατ’ ἔχθραν ἀνατιθέναι, οὐδὲν ἔβλαψεν αὐτόν, ἀλλὰ καὶ ξυνεμαρτύρησε μᾶλλον ταὐτὰ ἐσαγγείλας.
但由于阿尔西比亚德斯被认为不可信,反而被视为因预先知道了敌方的计划,出于私怨而将其归咎于作为同谋的弗里尼库斯,因此他不仅没有对弗里尼库斯造成任何伤害,反而因为报告了同样的事情,更加证实了弗里尼库斯的话。