Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.50.1-8.50.5

弗里尼库斯通敌与阿斯提奥科斯的背信

第 858 段,共 917 段 · 希腊语

内容简介

弗里尼库斯为求自保,向斯巴达将领阿斯提奥科斯告发阿尔西比亚德斯,但后者却向其告密。弗里尼库斯继而提出出卖雅典军队,该计划再次被泄露。

§8.50.1γνοὺς δὲ ὁ Φρύνιχος ὅτι ἔσοιτο περὶ τῆς τοῦ Ἀλκιβιάδου καθόδου λόγος καὶ ὅτι Ἀθηναῖοι ἐνδέξονται αὐτήν, δείσας πρὸς τὴν ἐναντίωσιν τῶν ὑφ’ αὑτοῦ λεχθέντων μή, ἢν κατέλθῃ, ὡς κωλυτὴν ὄντα κακῶς δρᾷ, τρέπεται ἐπὶ τοιόνδε τι.
弗里尼库斯察觉到将会讨论阿尔西比亚德斯的归国问题,并且雅典人会接受这一点。 由于担心如果他归国,会因为自己曾极力反对而将自己视为阻碍者并加害于己,弗里尼库斯便采取了以下手段。
§8.50.2πέμπει ὡς τὸν Ἀστύοχον τὸν Λακεδαιμονίων ναύαρχον ἔτι ὄντα τότε περὶ τὴν Μίλητον κρύφα ἐπιστείλας ὅτι Ἀλκιβιάδης αὐτῶν τὰ πράγματα φθείρει Τισσαφέρνην Ἀθηναίοις φίλον ποιῶν, καὶ τἆλλα πάντα σαφῶς ἐγγράψας·
他派人去见当时仍在米利都附近的拉刻代蒙海军司令阿斯提奥科斯,秘密传信告诉他,阿尔西比亚德斯正企图使提萨斐尼成为雅典人的朋友,从而败坏他们的事业,并把其他所有细节都清楚地写在信中。
ξυγγνώμην δὲ εἶναι ἑαυτῷ περὶ ἀνδρὸς πολεμίου καὶ μετὰ τοῦ τῆς πόλεως ἀξυμφόρου κακόν τι βουλεύειν.
他为自己辩解说,尽管这会损害国家的利益,但对一个敌对的人策划某种阴谋,对他而言是可以理解的。
§8.50.3ὁ δὲ Ἀστύοχος τὸν μὲν Ἀλκιβιάδην ἄλλως τε καὶ οὐκέτι ὁμοίως ἐς χεῖρας ἰόντα οὐδὲ διενοεῖτο τιμωρεῖσθαι, ἀνελθὼν δὲ παρ’ αὐτὸν ἐς Μαγνησίαν καὶ παρὰ Τισσαφέρνην ἅμα λέγει τε αὐτοῖς τὰ ἐπισταλέντα ἐκ τῆς Σάμου καὶ γίγνεται αὐτὸς μηνυτής, προσέθηκέ τε, ὡς ἐλέγετο, ἐπὶ ἰδίοις κέρδεσι Τισσαφέρνει ἑαυτὸν καὶ περὶ τούτων καὶ περὶ τῶν ἄλλων κοινοῦσθαι·
然而,阿斯提奥科斯根本没有打算惩罚阿尔西比亚德斯,尤其是因为后者不像以前那样容易落入他的手中;相反,他前往马格内西亚去见阿尔西比亚德斯,并同时去见提萨斐尼,向他们透露了从萨摩斯送来的密信内容,自己反而成了告密者。
διόπερ καὶ [περὶ] τῆς μισθοφορᾶς οὐκ ἐντελοῦς οὔσης μαλακωτέρως ἀνθήπτετο.
据传说,他还为了个人私利而委身于提萨斐尼,在此事及其他一切事务上与其勾结;也正因为如此,在军饷未全额发放的问题上,他的态度也变得更加消极。
§8.50.4ὁ δὲ Ἀλκιβιάδης εὐθὺς πέμπει κατὰ Φρυνίχου γράμματα ἐς τὴν Σάμον πρὸς τοὺς ἐν τέλει ὄντας οἷα δέδρακε, καὶ ἀξιῶν αὐτὸν ἀποθνῄσκειν.
于是,阿尔西比亚德斯立即向萨摩斯掌权的人们送去一封控告弗里尼库斯的信,揭露了他的所作所为,并要求处死他。
§8.50.5θορυβούμενος δὲ ὁ Φρύνιχος καὶ πάνυ ἐν τῷ μεγίστῳ κινδύνῳ ὢν διὰ τὸ μήνυμα ἀποστέλλει αὖθις πρὸς τὸν Ἀστύοχον, τά τε πρότερα μεμφόμενος ὅτι οὐ καλῶς ἐκρύφθη καὶ νῦν ὅτι ὅλον τὸ στράτευμα τὸ τῶν Ἀθηναίων ἑτοῖμος εἴη τὸ ἐν τῇ Σάμῳ παρασχεῖν αὐτοῖς διαφθεῖραι, γράψας καθ’ ἕκαστα, ἀτειχίστου οὔσης Σάμου, ᾧ ἂν τρόπῳ αὐτὰ πράξειε, καὶ ὅτι ἀνεπίφθονόν οἱ ἤδη εἴη περὶ τῆς ψυχῆς δι’ ἐκείνους κινδυνεύοντι καὶ τοῦτο καὶ ἄλλο πᾶν δρᾶσαι μᾶλλον ἢ ὑπὸ τῶν ἐχθίστων αὐτὸν διαφθαρῆναι.
弗里尼库斯因这一泄密而惊慌失措,处于极大的危险之中,于是再次派人去见阿斯提奥科斯,一方面谴责他未能保守先前的秘密,另一方面表示现在他准备将萨摩斯的整个雅典军队交由他们消灭。 他详细写明了由于萨摩斯没有防御工事,他将如何实施这一计划;并称,鉴于因为他们自己的生命已经受到威胁,他现在做这件事以及其他任何事情,总比被最痛恨的敌人毁灭要好,这也是无可指责的。
ὁ δὲ Ἀστύοχος μηνύει καὶ ταῦτα τῷ Ἀλκιβιάδῃ.
然而,阿斯提奥科斯又将这一切透露给了阿尔西比亚德斯。

词汇与语法注释

  1. §8.50.1δείσας πρὸς τὴν ἐναντίωσιν τῶν ὑφ’ αὑτοῦ λεχθέντων μή, ἢν κατέλθῃ, ὡς κωλυτὴν ὄντα κακῶς δρᾷ — 恐惧动词 δείσας 引导 μή 从句(“唯恐……”)。从句的主语(以及条件从句 ἢν κατέλθῃ 的主语)是阿尔西比亚德斯;而宾格分词短语 ὡς κωλυτὴν ὄντα(作为阻碍者)指代弗里尼库斯,作为动词 δρᾷ(加害)的直接宾语。
  2. §8.50.2ξυγγνώμην δὲ εἶναι ἑαυτῷ — 间接引语中的不定式。它依赖于前面的分词 ἐπιστείλας(秘密传信),相当于直接引语中的 ξυγγνώμη ἐστὶν ἐμοί(我是可以被原谅的)。
  3. §8.50.3προσέθηκέ τε, ὡς ἐλέγετο, ἐπὶ ἰδίοις κέρδεσι Τισσαφέρνει ἑαυτὸν καὶ περὶ τούτων καὶ περὶ τῶν ἄλλων κοινοῦσθαι — προσέθηκε 的主语通常被理解为非人称(“有人补充说”)或指传言,但也可以指阿斯提奥科斯。带 ἑαυτὸν 的不定式 κοινοῦσθαι 代表所补充的内容(“补充说他……”),或作为宾语从句,表示他使自己与提萨斐尼结盟以便在这些事务上进行沟通。
  4. §8.50.5ἀνεπίφθονόν οἱ ἤδη εἴη — 希求法动词 εἴη 用于历史现在时 ἀποστέλλει 之后的间接引语中。代名词 οἱ 是与格的间接反身代词,指代主句的主语弗里尼库斯。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.50.1-8.50.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.50.1-8.50.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。