§8.43.1οἱ δὲ Ἀθηναῖοι ταῖς ἐκ τῆς Σάμου ναυσὶ πάσαις, ὡς ᾔσθοντο τὰ τῆς ναυμαχίας, πλεύσαντες ἐς τὴν Σύμην καὶ ἐπὶ μὲν τὸ ἐν τῇ Κνίδῳ ναυτικὸν οὐχ ὁρμήσαντες, οὐδ᾽ ἐκεῖνοι ἐπ’ ἐκείνους, λαβόντες δὲ τὰ ἐν τῇ Σύμῃ σκεύη τῶν νεῶν καὶ Λωρύμοις τοῖς ἐν τῇ ἠπείρῳ προσβαλόντες ἀπέπλευσαν ἐς τὴν Σάμον.
雅典人带着来自萨摩斯的所有船只,在得知海战的消息后,驶向锡米;但他们并未进攻在克尼多斯的舰队,对方也未进攻他们,他们只是拿走了留在锡米的船只艤装,并在袭击了大陆上的洛里马后,返回了萨摩斯。
§8.43.2ἅπασαι δ’ ἤδη οὖσαι ἅμα ἐν τῇ Κνίδῳ αἱ τῶν Πελοποννησίων νῆες ἐπεσκευάζοντό τε εἴ τι ἔδει καὶ πρὸς τὸν Τισσαφέρνην (παρεγένετο γάρ) λόγους ἐποιοῦντο οἱ ἕνδεκα ἄνδρες τῶν Λακεδαιμονίων περί τε τῶν ἤδη πεπραγμένων, εἴ τι μὴ ἤρεσκεν αὐτοῖς, καὶ περὶ τοῦ μέλλοντος πολέμου, ὅτῳ τρόπῳ ἄριστα καὶ ξυμφορώτατα ἀμφοτέροις πολεμήσεται.
此时已在克尼多斯集结完毕的伯罗奔尼撒人的一切船只,在需要的地方得到了修整,而拉刻代蒙人的十一位委员也与提萨斐尼(因为他也已抵达)举行了会谈,内容包括对于已经做过的事情——如果有什么令他们不满意的话,以及关于未来的战争——即以何种对双方最有利且最合适的方式来进行战争。
§8.43.3μάλιστα δὲ ὁ Λίχας ἐσκόπει τὰ ποιούμενα, καὶ τὰς σπονδὰς οὐδετέρας, οὔτε τὰς Χαλκιδέως οὔτε τὰς Θηριμένους, ἔφη καλῶς ξυγκεῖσθαι, ἀλλὰ δεινὸν εἶναι εἰ χώρας ὅσης βασιλεὺς καὶ οἱ πρόγονοι ἦρξαν πρότερον, ταύτης καὶ νῦν ἀξιώσει κρατεῖν· ἐνεῖναι γὰρ καὶ νήσους ἁπάσας πάλιν δουλεύειν καὶ Θεσσαλίαν καὶ Λοκροὺς καὶ τὰ μέχρι Βοιωτῶν, καὶ ἀντ’ ἐλευθερίας ἂν Μηδικὴν ἀρχὴν τοῖς Ἕλλησι τοὺς Λακεδαιμονίους περιθεῖναι.
尤其是利卡斯,密切关注着正在进行的事情,并声称无论哪份盟约,无论是哈尔基德乌斯的还是塞里美尼斯的,都没有妥善拟定,而且,如果国王如今要求统治他和他的祖先以前统治过的一切土地,那将是件可怕的事;因为这意味着所有的岛屿,以及色萨利、洛克里斯和直到波奥提亚的所有地方都将再次沦为奴隶,而拉刻代蒙人不仅没有给希腊人自由,反而会给他们戴上波斯统治的枷锁。
§8.43.4ἑτέρας οὖν ἐκέλευε βελτίους σπένδεσθαι, ἢ ταύταις γε οὐ χρήσεσθαι, οὐδὲ τῆς τροφῆς ἐπὶ τούτοις δεῖσθαι οὐδέν.
因此,他要求缔结另一份更好的盟约,否则他们绝不会使用这些盟约,并且在此类条件下,他们根本不需要任何给养。
ἀγανακτῶν δὲ ὁ μὲν Τισσαφέρνης ἀπεχώρησεν ἀπ’ αὐτῶν δι’ ὀργῆς καὶ ἄπρακτος,
提萨斐尼大为恼火,满腔怒火地离开了他们,没有达成任何协议。