§8.39.1ἐκ δὲ τῆς Πελοποννήσου ἐν τῷ αὐτῷ χειμῶνι αἱ τῷ Φαρναβάζῳ [ὑπὸ] Καλλιγείτου τοῦ Μεγαρέως καὶ Τιμαγόρου τοῦ Κυζικηνοῦ πρασσόντων παρασκευασθεῖσαι ὑπὸ Λακεδαιμονίων ἑπτὰ καὶ εἴκοσι νῆες ἄρασαι ἔπλεον ἐπὶ Ἰωνίας περὶ ἡλίου τροπάς, καὶ ἄρχων ἐπέπλει αὐτῶν Ἀντισθένης Σπαρτιάτης.
在同一个冬季,由麦加拉人卡里盖图斯和居齐科斯人蒂马戈拉斯为法尔纳巴佐斯奔走交涉而由拉刻代蒙人装备好的二十七艘船只,在冬至前后从伯罗奔尼撒启航驶往奥尼亚,斯巴达人安提斯塞内斯作为指挥官随船同行。
§8.39.2ξυνέπεμψαν δὲ οἱ Λακεδαιμόνιοι καὶ ἕνδεκα ἄνδρας Σπαρτιατῶν ξυμβούλους Ἀστυόχῳ, ὧν εἷς ἦν Λίχας ὁ Ἀρκεσιλάου· καὶ εἴρητο αὐτοῖς ἐς Μίλητον ἀφικομένους τῶν τε ἄλλων ξυνεπιμέλεσθαι ᾗ μέλλει ἄριστα ἕξειν, καὶ τὰς ναῦς ταύτας ἢ αὐτὰς ἢ πλείους ἢ καὶ ἐλάσσους ἐς τὸν Ἑλλήσποντον ὡς Φαρνάβαζον, ἢν δοκῇ, ἀποπέμπειν, Κλέαρχον τὸν Ῥαμφίου, ὃς ξυνέπλει, ἄρχοντα προστάξαντας, καὶ Ἀστύοχον, ἢν δοκῇ τοῖς ἕνδεκα ἀνδράσι, παύειν τῆς ναυαρχίας, Ἀντισθένη δὲ καθιστάναι· πρὸς γὰρ τὰς τοῦ Πεδαρίτου ἐπιστολὰς ὑπώπτευον αὐτόν.
拉刻代蒙人还派了十一名斯巴达人作为阿斯提奥霍斯的顾问随行,其中一人是阿耳刻西劳斯之子利哈斯;他们接到的指示是,在抵达米利都后,应以最有利的方式共同协助管理其他事务,并且如果认为可行,就派这批船只(无论是仅此数额,还是更多或更少)前往赫勒斯滂去往法尔纳巴佐斯那里,指定随船同行的兰菲阿斯之子克勒阿科斯为指挥官,而且,如果这十一人认为可行,就撤销阿斯提奥霍斯的舰队司令职务,改任安提斯塞内斯;因为根据佩达里托斯的来信,他们对他产生了怀疑。
§8.39.3πλέουσαι οὖν αἱ νῆες ἀπὸ Μαλέας πελάγιαι Μήλῳ προσέβαλον, καὶ περιτυχόντες ναυσὶ δέκα Ἀθηναίων τὰς τρεῖς λαμβάνουσι κενὰς καὶ κατακαίουσιν.
于是,这些船只从马勒阿角出发,越过开阔海域抵达米洛斯岛,在那里遭遇了十艘雅典船只,并俘获了其中三艘空船予以烧毁。
μετὰ δὲ τοῦτο δεδιότες μὴ αἱ διαφυγοῦσαι τῶν Ἀθηναίων ἐκ τῆς Μήλου νῆες, ὅπερ ἐγένετο, μηνύσωσι τοῖς ἐν τῇ Σάμῳ τὸν ἐπίπλουν αὐτῶν, πρὸς τὴν Κρήτην πλεύσαντες καὶ πλείω τὸν πλοῦν διὰ φυλακῆς ποιησάμενοι ἐς τὴν Καῦνον τῆς Ἀσίας κατῆραν.
此后,由于担心从米洛斯逃脱的雅典船只向萨摩斯的人报告他们的来袭(事实也确实如此),他们便驶向克里特岛,并通过保持警惕而延长了航程,最终在亚洲的考诺斯靠岸。
§8.39.4ἐντεῦθεν δὴ ὡς ἐν ἀσφαλεῖ ὄντες ἀγγελίαν ἔπεμπον ἐπὶ τὰς ἐν τῇ Μιλήτῳ ναῦς τοῦ ξυμπαρακομισθῆναι.
此后,他们自认为已处于安全之地,便向米利都的船队派出使者,要求派航队护送以便会合。