Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.38.1-8.38.5

雅典筑垒德尔菲尼翁与希奥斯困境

第 846 段,共 917 段 · 希腊语

内容简介

在塞里梅内斯下落不明后,雅典人开始在希奥斯的要地德尔菲尼翁修筑工事。希奥斯人因内部不和与实力不足而静观其变,佩达里托斯则向拉刻代蒙写信控告拒绝援助的阿斯提奥霍斯。

§8.38.1μετὰ δὲ ταύτας τὰς ξυνθήκας Θηριμένης μὲν παραδοὺς Ἀστυόχῳ τὰς ναῦς ἀποπλέων ἐν κέλητι ἀφανίζεται,
在这项条约缔结之后,塞里梅内斯将船队移交给阿斯提奥霍斯,随后乘一艘快速船出航,此后便下落不明。
§8.38.2οἱ δ’ ἐκ τῆς Λέσβου Ἀθηναῖοι ἤδη διαβεβηκότες ἐς τὴν Χίον τῇ στρατιᾷ καὶ κρατοῦντες καὶ γῆς καὶ θαλάσσης Δελφίνιον ἐτείχιζον, χωρίον ἄλλως τε ἐκ γῆς καρτερὸν καὶ λιμένας ἔχον καὶ τῆς τῶν Χίων πόλεως οὐ πολὺ ἀπέχον.
另一方面,来自莱斯博斯岛的雅典人此时已率军渡海抵达希奥斯,并控制了陆地和海洋,开始在德尔菲尼翁修筑防御工事;该地从陆路方向来看本来就很坚固,拥有港口,且距离希奥斯城不远。
§8.38.3οἱ δὲ Χῖοι ἐν πολλαῖς ταῖς πρὶν μάχαις πεπληγμένοι, καὶ ἄλλως ἐν σφίσιν αὐτοῖς οὐ πάνυ εὖ διακείμενοι, ἀλλὰ καὶ τῶν μετὰ Τυδέως τοῦ Ἴωνος ἤδη ὑπὸ Πεδαρίτου ἐπ᾽ ἀττικισμῷ τεθνεώτων καὶ τῆς ἄλλης πόλεως κατ’ ἀνάγκην ἐς ὀλίγους κατεχομένης ὑπόπτως διακείμενοι ἀλλήλοις ἡσύχαζον, καὶ οὔτ’ αὐτοὶ διὰ ταῦτα οὔθ’ οἱ μετὰ Πεδαρίτου ἐπίκουροι ἀξιόμαχοι αὐτοῖς ἐφαίνοντο.
而希奥斯人在先前的多次战斗中遭受重创,且内部关系本就很不和睦,加之与伊翁之子泰德乌斯同伙的人们先前已因亲雅典的罪名被佩达里托斯处死,其余的城市也迫于形势由少数人控制,因此他们彼此猜忌,静观其变。 由于这些原因,在他们自己看来,无论是他们自己还是佩达里托斯手下的辅助兵,都无法与敌人抗衡。
§8.38.4ἐς μέντοι τὴν Μίλητον ἔπεμπον κελεύοντες σφίσι τὸν Ἀστύοχον βοηθεῖν· ὡς δ’ οὐκ ἐσήκουεν, ἐπιστέλλει περὶ αὐτοῦ ἐς τὴν Λακεδαίμονα ὁ Πεδάριτος ὡς ἀδικοῦντος.
然而,他们仍向米利都派出使者,要求阿斯提奥霍斯前来援助他们;但由于阿斯提奥霍斯不予理睬,佩达里托斯便向拉刻代蒙写信控告他,称其行事不公。
§8.38.5καὶ τὰ μὲν ἐν τῇ Χίῳ ἐς τοῦτο καθειστήκει τοῖς Ἀθηναίοις· αἱ δ’ ἐκ τῆς Σάμου νῆες αὐτοῖς ἐπίπλους μὲν ἐποιοῦντο ταῖς ἐν τῇ Μιλήτῳ, ἐπεὶ δὲ μὴ ἀντανάγοιεν, ἀναχωροῦντες πάλιν ἐς τὴν Σάμον ἡσύχαζον.
雅典人在希奥斯的局势便如此确立下来;而他们从萨摩斯出发的船队则不断向米利都的敌舰发起挑衅,但每当对方不出海迎战时,他们便退回萨摩斯,保持克制。

词汇与语法注释

  1. §8.38.3τῶν μετὰ Τυδέως ... τεθνεώτων καὶ τῆς ἄλλης πόλεως ... κατεχομένης — 这两处均为属格独立(独立属格)结构,用以解释希奥斯人相互猜忌、静观其变(ὑπόπτως διακείμενοι)的原因与背景。
  2. §8.38.3ἀξιόμαχοι αὐτοῖς ἐφαίνοντο — 与格的 αὐτοῖς 是指代主句主语希奥斯人(οἱ δὲ Χῖοι)自身的“判断与格”,意为“在他们自己(希奥斯人)看来,无论是他们自己还是佩达里托斯手下的辅助兵,都无法与敌人抗衡”,而非指在雅典人看来如此。
  3. §8.38.4ὡς ἀδικοῦντος — 连词 ὡς 后面接现在分词属格(其省略的主语为前文提到的 Ἀστύοχον ),表示佩达里托斯所主张的主观理由(“指控他行事不公、玩忽职守”)。
  4. §8.38.5ἐπεὶ δὲ μὴ ἀντανάγοιεν — 连词 ἐπεὶ 后接希求法(optative)动词,表示过去发生的反复性、习惯性条件(“每当对方不出海迎战时”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.38.1-8.38.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.38.1-8.38.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。