§8.37.1‘ξυνθῆκαι Λακεδαιμονίων καὶ τῶν ξυμμάχων πρὸς βασιλέα Δαρεῖον καὶ τοὺς παῖδας τοὺς βασιλέως καὶ Τισσαφέρνην, σπονδὰς εἶναι καὶ φιλίαν κατὰ τάδε.
“拉刻代蒙人及其盟友与大流士国王、国王的儿子们以及蒂萨斐尼斯之间的条约,规定按以下条款达成和约与友好关系。
§8.37.2ὁπόση χώρα καὶ πόλεις βασιλέως εἰσὶ Δαρείου ἢ τοῦ πατρὸς ἦσαν ἢ τῶν προγόνων, ἐπὶ ταύτας μὴ ἰέναι ἐπὶ πολέμῳ μηδὲ κακῷ μηδενὶ μήτε Λακεδαιμονίους μήτε τοὺς ξυμμάχους τοὺς Λακεδαιμονίων, μηδὲ φόρους πράσσεσθαι ἐκ τῶν πόλεων τούτων μήτε Λακεδαιμονίους μήτε τοὺς ξυμμάχους τοὺς Λακεδαιμονίων· μηδὲ Δαρεῖον βασιλέα μηδὲ ὧν βασιλεὺς ἄρχει ἐπὶ Λακεδαιμονίους μηδὲ τοὺς ξυμμάχους ἰέναι ἐπὶ πολέμῳ μηδὲ κακῷ μηδενί.
凡属于大流士国王、或曾属于其父亲或其祖先的领土和城市,拉刻代蒙人及其盟友皆不得对其发动战争或进行任何伤害,拉刻代蒙人及其盟友也不得向这些城市征收贡赋;大流士国王及国王所统治的人民,也不得对拉刻代蒙人及其盟友发动战争或进行任何伤害。
§8.37.3ἢν δέ τι δέωνται Λακεδαιμόνιοι ἢ οἱ ξύμμαχοι βασιλέως ἢ βασιλεὺς Λακεδαιμονίων ἢ τῶν ξυμμάχων, ὅτι ἂν πείθωσιν ἀλλήλους, τοῦτο ποιοῦσι καλῶς ἔχειν.
如果拉刻代蒙人或其盟友向国王有所请求,或者国王向拉刻代蒙人或其盟友有所请求,无论他们双方如何相互说服并达成一致,这样做都是妥当的。
§8.37.4τὸν δὲ πόλεμον τὸν πρὸς Ἀθηναίους καὶ τοὺς ξυμμάχους κοινῇ ἀμφοτέρους πολεμεῖν· ἢν δὲ κατάλυσιν ποιῶνται, κοινῇ ἀμφοτέρους ποιεῖσθαι.
针对雅典人及其盟友的战争,双方应共同进行;若停战,双方也应共同进行。
ὁπόση δ’ ἂν στρατιὰ ἐν τῇ χώρᾳ τῇ βασιλέως ᾖ μεταπεμψαμένου βασιλέως, τὴν δαπάνην βασιλέα παρέχειν.
只要是国王召集而留在国王领土内的军队,无论人数多少,其开支均由国王承担。
§8.37.5ἢν δέ τις τῶν πόλεων ὁπόσαι ξυνέθεντο βασιλεῖ ἐπὶ τὴν βασιλέως ἴῃ χώραν, τοὺς ἄλλους κωλύειν καὶ ἀμύνειν βασιλεῖ κατὰ τὸ δυνατόν· καὶ ἤν τις τῶν ἐν τῇ βασιλέως χώρᾳ ἢ ὅσης βασιλεὺς ἄρχει ἐπὶ τὴν Λακεδαιμονίων ἴῃ ἢ τῶν ξυμμάχων, βασιλεὺς κωλυέτω καὶ ἀμυνέτω κατὰ τὸ δυνατόν.
如果与国王缔结协定的城市中有任何一个向国王的领土发动进攻,其他城市应当阻止,并尽全力协助国王;如果从国王领土内、或任何国王统治的地区内有任何人向拉刻代蒙人或其盟友的领土发动进攻,国王也应当阻止,并尽全力协助他们。
’
”