§8.36.1ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀστυόχου ἥκοντος ἐς τὴν Μίλητον ἐπὶ τὸ ναυτικὸν οἱ Πελοποννήσιοι εὐπόρως ἔτι εἶχον ἅπαντα τὰ κατὰ τὸ στρατόπεδον· καὶ γὰρ μισθὸς ἐδίδοτο ἀρκούντως καὶ τὰ ἐκ τῆς Ἰάσου μεγάλα χρήματα διαρπασθέντα ὑπῆν τοῖς στρατιώταις, οἵ τε Μιλήσιοι προθύμως τὰ τοῦ πολέμου ἔφερον.
大约在同一时间,当阿斯提奥科斯抵达米利都接管舰队时,伯罗奔尼撒人在关于军营的一切事务上仍处于充裕的状态;因为军饷发放充足,且从伊阿索斯掠夺来的大笔资金也留在士兵手中,而且米利都人也积极地承担着战争的开支。
§8.36.2πρὸς δὲ τὸν Τισσαφέρνην ἐδόκουν ὅμως τοῖς Πελοποννησίοις αἱ πρῶται ξυνθῆκαι αἱ πρὸς Χαλκιδέα γενόμεναι ἐνδεεῖς εἶναι καὶ οὐ πρὸς σφῶν μᾶλλον, καὶ ἄλλας ἔτι Θηριμένους παρόντος ἐποίουν·
然而,伯罗奔尼撒人认为,先前通过哈尔基丢斯与蒂萨斐尼斯缔结的第一份条约是不完善的,并不对他们有利;因此,在塞里梅尼斯在场的情况下,他们又制定了另一份条约。
καὶ εἰσὶν αἵδε.
其内容如下。