§8.35.1ἐκ δὲ τῆς Πελοποννήσου τοῦ αὐτοῦ χειμῶνος Ἱπποκράτης ὁ Λακεδαιμόνιος ἐκπλεύσας δέκα μὲν Θουρίαις ναυσίν, ὧν ἦρχε Δωριεὺς ὁ Διαγόρου τρίτος αὐτός, μιᾷ δὲ Λακωνικῇ, μιᾷ δὲ Συρακοσίᾳ, καταπλεῖ ἐς Κνίδον· ἡ δ’ ἀφειστήκει ἤδη ὑπὸ Τισσαφέρνους.
在同一个冬季,拉栖代梦人希波克拉底率领十艘图里伊船(其中十艘由迪亚戈拉斯之子多里厄斯本人及另外两人指挥)、一艘拉科尼亚船和一艘叙拉古船从伯罗奔尼撒出发,驶入克尼多斯;而该城先前已在蒂萨斐尼斯的唆使下叛变。
§8.35.2καὶ αὐτοὺς οἱ ἐν τῇ Μιλήτῳ, ὡς ᾔσθοντο, ἐκέλευον ταῖς μὲν ἡμισείαις τῶν νεῶν Κνίδον φυλάσσειν, ταῖς δὲ περὶ Τριόπιον οὔσαις τὰς ἀπ’ Αἰγύπτου ὁλκάδας προσβαλλούσας ξυλλαμβάνειν·
而在米利都的人听说他们抵达后,便命令他们用一半的船只守卫克尼多斯,而用另一半部署在特里奥皮翁周围的船只去截击并捕获从埃及驶来的商船。
ἔστι δὲ τὸ Τριόπιον ἄκρα τῆς Κνιδίας προύχουσα, Ἀπόλλωνος ἱερόν.
特里奥皮翁是克尼多斯领地内向外突出的一处岬角,建有阿波罗神庙。
§8.35.3πυθόμενοι δὲ οἱ Ἀθηναῖοι καὶ πλεύσαντες ἐκ τῆς Σάμου λαμβάνουσι τὰς ἐπὶ τῷ Τριοπίῳ φρουρούσας ἓξ ναῦς· οἱ δ’ ἄνδρες ἀποφεύγουσιν ἐξ αὐτῶν.
雅典人获悉此事后,从萨摩斯起航,俘获了在特里奥皮翁值守的六艘船只;船员们则从船上逃脱。
καὶ μετὰ τοῦτο ἐς τὴν Κνίδον καταπλεύσαντες καὶ προσβαλόντες τῇ πόλει ἀτειχίστῳ οὔσῃ ὀλίγου εἷλον.
此后,雅典人驶向克尼多斯,并对这座未筑防墙的城市展开进攻,差一点就占领了它。
§8.35.4τῇ δ’ ὑστεραίᾳ αὖθις προσέβαλλον, καὶ ὡς ἄμεινον φαρξαμένων αὐτῶν ὑπὸ νύκτα καὶ ἐπεσελθόντων αὐτοῖς τῶν ἀπὸ τοῦ Τριοπίου ἐκ τῶν νεῶν διαφυγόντων οὐκέθ’ ὁμοίως ἔβλαπτον, ἀπελθόντες καὶ δῃώσαντες τὴν τῶν Κνιδίων γῆν ἐς τὴν Σάμον ἀπέπλευσαν.
次日,他们再次发动进攻;但由于居民们在夜间更好地加固了防守,且那些从特里奥皮翁船上逃脱的人也进入城内加入了他们的防线,雅典人无法再像之前那样对其造成损害,于是他们撤退,在洗劫了克尼多斯人的土地后,便起航返回萨摩斯。