§8.34.1ἐν τούτῳ δὲ καὶ ἡ τῶν Ἀθηναίων στρατιὰ ταῖς ναυσὶν ἐκ τοῦ Κωρύκου περιπλέουσα κατ’ Ἀργῖνον ἐπιτυγχάνει τρισὶ ναυσὶ τῶν Χίων μακραῖς, καὶ ὡς εἶδον, ἐδίωκον·
与此同时,雅典人的军队也乘船从科律科斯绕航,在阿耳吉诺斯附近遭遇了三艘希奥斯人的战船;他们一看见这些战船,便展开追击。
καὶ χειμών τε μέγας ἐπιγίγνεται καὶ αἱ μὲν τῶν Χίων μόλις καταφεύγουσιν ἐς τὸν λιμένα, αἱ δὲ τῶν Ἀθηναίων αἱ μὲν μάλιστα ὁρμήσασαι τρεῖς διαφθείρονται καὶ ἐκπίπτουσι πρὸς τὴν πόλιν τῶν Χίων, καὶ ἄνδρες οἱ μὲν ἁλίσκονται, οἱ δ’ ἀποθνῄσκουσιν, αἱ δ’ ἄλλαι καταφεύγουσιν ἐς τὸν ὑπὸ τῷ Μίμαντι λιμένα Φοινικοῦντα καλούμενον.
这时突然刮起了一场暴风雨,希奥斯人的船只艰难地逃入了港口,而雅典人的船只中,那三艘追击最猛烈的船则被摧毁并漂流到希奥斯城附近搁浅,船员中有的被俘,有的丧生。 其余的船只则逃入了坐落在米马斯山下、被称为腓尼库斯的港口。
ἐντεῦθεν δ’ ὕστερον ἐς τὴν Λέσβον καθορμισάμενοι παρεσκευάζοντο ἐς τὸν τειχισμόν.
此后,他们从那里驶往莱斯博斯岛靠岸,并开始准备筑城防御的工作。