Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.33.1-8.33.4

阿斯提奥科斯前往米利都与通敌误报

第 841 段,共 917 段 · 希腊语

内容简介

阿斯提奥科斯在威胁希奥斯人后启航前往米利都,在科律科斯与雅典舰队险些相遇。夜间,他收到培达里图斯关于通敌嫌疑的报告并返回调查,在证实虚惊一场后,两位将领各自前往目的地。

§8.33.1κἀκεῖνος λαβὼν τάς τε τῶν Κορινθίων πέντε καὶ ἕκτην Μεγαρίδα καὶ μίαν Ἑρμιονίδα καὶ ἃς αὐτὸς Λακωνικὰς ἔχων ἦλθεν, ἔπλει ἐπὶ τῆς Μιλήτου πρὸς τὴν ναυαρχίαν, πολλὰ ἀπειλήσας τοῖς Χίοις ἦ μὴν μὴ ἐπιβοηθήσειν, ἤν τι δέωνται.
于是他(阿斯提奥科斯)率领科林斯人的五艘船、第六艘麦加拉船、一艘赫尔米奥内船,以及他自己带来的拉科尼亚船,启航前往米利都接任海军统帅之职。 他在临行前对希奥斯人发出了严厉的威胁,称如果他们有任何需要,他绝不会前来救援。
§8.33.2καὶ προσβαλὼν Κωρύκῳ τῆς Ἐρυθραίας ἐνηυλίσατο.
他在埃律特莱领地内的科律科斯靠岸并安营过夜。
οἱ δ’ ἀπὸ τῆς Σάμου Ἀθηναῖοι ἐπὶ τὴν Χίον πλέοντες τῇ στρατιᾷ καὶ αὐτοὶ ἐκ τοῦ ἐπὶ θάτερα λόφου διείργοντο καὶ καθωρμίσαντο καὶ ἐλελήθεσαν ἀλλήλους.
与此同时,正率领军队从萨摩斯航向希奥斯的雅典人,也恰好在山丘的另一侧停泊,双方被山丘所隔开,因而都未察觉到对方的存在。
§8.33.3ἐλθούσης δὲ παρὰ Πεδαρίτου ὑπὸ νύκτα ἐπιστολῆς ὡς Ἐρυθραίων ἄνδρες αἰχμάλωτοι ἐκ Σάμου ἐπὶ προδοσίᾳ ἐς Ἐρυθρὰς ἥκουσιν ἀφειμένοι, ἀνάγεται ὁ Ἀστύοχος εὐθὺς ἐς τὰς Ἐρυθρὰς πάλιν, καὶ παρὰ τοσοῦτον ἐγένετο αὐτῷ μὴ περιπεσεῖν τοῖς Ἀθηναίοις.
然而,在夜间,培达里图斯送来一封信,称一些从萨摩斯获释的埃律特莱俘虏已经回到埃律特莱,意图进行叛变通敌。 阿斯提奥科斯见信后立即再次起航返回埃律特莱,他几乎就与雅典人迎头相遇。
§8.33.4διαπλεύσας δὲ καὶ ὁ Πεδάριτος πρὸς αὐτόν, καὶ ἀναζητήσαντες τὰ περὶ τῶν δοκούντων προδιδόναι, ὡς ηὗρον ἅπαν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐκ τῆς Σάμου προφασισθέν, ἀπολύσαντες τῆς αἰτίας ἀπέπλευσαν ὁ μὲν ἐς τὴν Χίον, ὁ δὲ ἐς τὴν Μίλητον ἐκομίσθη, ὥσπερ διενοεῖτο.
培达里图斯也渡海前来与他会合,他们共同调查了那些被怀疑叛变通敌者的情况。 当他们发现整件事不过是为了让那些人从萨摩斯安全脱身而捏造的借口时,便免去了他们的指控并各自启航。 于是一人回到了希奥斯,另一人则按原计划前往米利都。

词汇与语法注释

  1. 8.33.1ἦ μὴν μὴ ἐπιβοηθήσειν — 语词 ἦ μήν 用于引导强烈的誓言或庄严的声明,此处与将来不定式 ἐπιβοηθήσειν 连用,表示带有庄严保证的严厉威胁,即发誓决不予以救援。
  2. 8.33.3παρὰ τοσοῦτον ἐγένετο αὐτῷ μὴ περιπεσεῖν — 这是一个带有双重否定意味的惯用句式,字面意思是“对他而言,不遇到(雅典人)只差这么一点点”,在功能上表示“他险些与雅典人相遇”(即差一点就撞上了,但最终得以避免)。
  3. 8.33.4ὡς ηὗρον ἅπαν ... προφασισθέν — 被动分词 προφασισθέν(被作为借口)在此用作表示发现/知悉的动词 ηὗρον 的宾语补足分词,意为“当他们发现整件事……都是被捏造作为借口时”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.33.1-8.33.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.33.1-8.33.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。