Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.31.1-8.31.4

阿斯提奥科斯出航与进攻克拉佐梅奈失利

第 839 段,共 917 段 · 希腊语

内容简介

阿斯提奥科斯获悉塞里梅内斯抵达后停止征集人质并率军出航。在劝降克拉佐梅奈未果后他发起进攻,随后因风暴撤退,而其他船只在附近岛屿掠夺了克拉佐梅奈人的避难财物后与他会合。

§8.31.1ὁ δ’ Ἀστύοχος ὡς τότε ἐν τῇ Χίῳ ἔτυχε διὰ τὴν προδοσίαν τοὺς ὁμήρους καταλεγόμενος τούτου μὲν ἐπέσχεν,ἐπειδὴ ᾔσθετο τάς τε μετὰ Θηριμένους ναῦς ἡκούσας καὶ τὰ περὶ τὴν ξυμμαχίαν βελτίω ὄντα, λαβὼν δὲ ναῦς τάς τε Πελοποννησίων δέκα καὶ Χίας δέκα ἀνάγεται, §8.31.2καὶ προσβαλὼν Πτελεῷ καὶ οὐχ ἑλὼν παρέπλευσεν ἐπὶ Κλαζομενὰς καὶ ἐκέλευεν αὐτῶν τοὺς τὰ Ἀθηναίων φρονοῦντας ἀνοικίζεσθαι ἐς τὸν Δαφνοῦντα καὶ προσχωρεῖν σφίσιν· ξυνεκέλευε δὲ καὶ Τάμως Ἰωνίας ὕπαρχος ὤν.
至于阿斯提奥科斯,当时他正因怀疑有人背叛而在希奥斯征集人质,但他一旦得知与塞里梅内斯一同前来的船只已经抵达,且有关同盟的局势有所好转,便停止了此事;他带领十艘伯罗奔尼撒人的船只和十艘希奥斯人的船只出海,并进攻了普特雷翁但未能攻克,接着沿岸航行至克拉佐梅奈,命令他们中倾向雅典的一派迁往达普努斯并归顺自己一方;当时担任伊奥尼亚副总督的塔摩斯也一同作此命令。
§8.31.3ὡς δ’ οὐκ ἐσήκουον, προσβολὴν ποιησάμενος τῇ πόλει οὔσῃ ἀτειχίστῳ καὶ οὐ δυνάμενος ἑλεῖν, ἀπέπλευσεν ἀνέμῳ μεγάλῳ αὐτὸς μὲν ἐς Φώκαιαν καὶ Κύμην, αἱ δὲ ἄλλαι νῆες κατῆραν ἐς τὰς ἐπικειμένας ταῖς Κλαζομεναῖς νήσους, Μαραθοῦσσαν καὶ Πήλην καὶ Δρυμοῦσσαν.
但由于他们不听从,他便对这座不设防的城市发起进攻,却未能攻克,因遇大风,他本人便起航前往福凯亚和库梅,而其他船只则在靠近克拉佐梅奈的岛屿(即马拉图萨、佩莱和德里穆萨)泊岸。
§8.31.4καὶ ὅσα ὑπεξέκειτο αὐτόθι τῶν Κλαζομενίων, ἡμέρας ἐμμείναντες διὰ τοὺς ἀνέμους ὀκτὼ τὰ μὲν διήρπασαν καὶ ἀνήλωσαν, τὰ δὲ ἐσβαλόμενοι ἀπέπλευσαν ἐς Φώκαιαν καὶ Κύμην ὡς Ἀστύοχον.
他们因风在彼处滞留了八天,将克拉佐梅奈人保存在那里的财物,一部分予以掠夺和消耗,另一部分装上船只,起航前往福凯亚和库梅,去投奔阿斯提奥科斯。

词汇与语法注释

  1. §8.31.1ἔτυχε... καταλεγόμενος — 动词 `τυγχάνω` 与现在分词 `καταλεγόμενος` 连用,强调在特定时刻的实际同时进行(“当时正巧在征集”),而非单纯的偶然事件。
  2. §8.31.1τούτου μὲν ἐπέσχεν — 动词 `ἐπέσχεν`(`ἐπέχω` 的不定过去时)意为“停止”或“抑制”,要求其动作对象使用属格 `τούτου`,在此指代前文遇到的征集人质一事。
  3. §8.31.3ὡς δ’ οὐκ ἐσήκουον — 连词 `ὡς` 在此处表示原因(“由于”),`ἐσήκουον`(`εἰσακούω` 的未完成过去时)意为“听从”或“服从”,指克拉佐梅奈人拒绝了 §8.31.2 中提出的迁徙和归顺要求。
  4. §8.31.4ὅσα ὑπεξέκειτο αὐτόθι τῶν Κλαζομενίων — 动词 `ὑπεξέκειτο`(`ὑπέκκειμαι` 的未完成过去时)意为“(为了安全而提前)存放、疏散”。关系代名词 `ὅσα` 包含其先行词(“所有那些被存放的财物”),并在主句中作为主要动词 `διήρπασαν` 和 `ἀνήλωσαν` 的直接宾语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.31.1-8.31.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.31.1-8.31.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。