§8.31.1ὁ δ’ Ἀστύοχος ὡς τότε ἐν τῇ Χίῳ ἔτυχε διὰ τὴν προδοσίαν τοὺς ὁμήρους καταλεγόμενος τούτου μὲν ἐπέσχεν,ἐπειδὴ ᾔσθετο τάς τε μετὰ Θηριμένους ναῦς ἡκούσας καὶ τὰ περὶ τὴν ξυμμαχίαν βελτίω ὄντα, λαβὼν δὲ ναῦς τάς τε Πελοποννησίων δέκα καὶ Χίας δέκα ἀνάγεται, §8.31.2καὶ προσβαλὼν Πτελεῷ καὶ οὐχ ἑλὼν παρέπλευσεν ἐπὶ Κλαζομενὰς καὶ ἐκέλευεν αὐτῶν τοὺς τὰ Ἀθηναίων φρονοῦντας ἀνοικίζεσθαι ἐς τὸν Δαφνοῦντα καὶ προσχωρεῖν σφίσιν·
한편 아스튀오코스는 당시 키오스에서 배신 음모 때문에 인질들을 징발하고 있었는데, 테리메네스와 함께 온 배들이 도착하고 동맹에 관한 사정이 더 나아졌음을 알게 되자 이 일(인질 징발)을 중단하고, 펠로폰네소스인들의 배 열 척과 키오스인들의 배 열 척을 이끌고 출항하여, 프텔레온을 공격하였으나 점령하지 못하고 클라조메나이로 연안 항해를 하였으며, 그들 중 아테네 측을 지지하는 자들에게 다프누스로 이주하여 자신들의 편에 가담할 것을 요구했다.
ξυνεκέλευε δὲ καὶ Τάμως Ἰωνίας ὕπαρχος ὤν.
이오니아의 차관인 타모도 공동으로 이를 요구했다.
§8.31.3ὡς δ’ οὐκ ἐσήκουον, προσβολὴν ποιησάμενος τῇ πόλει οὔσῃ ἀτειχίστῳ καὶ οὐ δυνάμενος ἑλεῖν, ἀπέπλευσεν ἀνέμῳ μεγάλῳ αὐτὸς μὲν ἐς Φώκαιαν καὶ Κύμην, αἱ δὲ ἄλλαι νῆες κατῆραν ἐς τὰς ἐπικειμένας ταῖς Κλαζομεναῖς νήσους, Μαραθοῦσσαν καὶ Πήλην καὶ Δρυμοῦσσαν.
그러나 그들이 응하지 않자, 성벽이 없는 그 도시에 공격을 가했으나 함락시키지 못하고, 강풍으로 인해 그 자신은 포카이아와 퀴메로 항해해 갔고, 다른 배들은 클라조메나이에 인접한 섬들인 마라투사, 펠레, 드뤼무사에 입항했다.
§8.31.4καὶ ὅσα ὑπεξέκειτο αὐτόθι τῶν Κλαζομενίων, ἡμέρας ἐμμείναντες διὰ τοὺς ἀνέμους ὀκτὼ τὰ μὲν διήρπασαν καὶ ἀνήλωσαν, τὰ δὲ ἐσβαλόμενοι ἀπέπλευσαν ἐς Φώκαιαν καὶ Κύμην ὡς Ἀστύοχον.
그리고 바람 때문에 그곳에서 여드레 동안 머물면서, 클라조메나인들이 그곳에 피해 놓았던 재물들을 어떤 것은 약탈하여 소비하고, 어떤 것은 배에 싣고서 아스튀오코스가 있는 포카이아와 퀴메를 향해 출항했다.