§8.32.1ὄντος δ’ αὐτοῦ ἐνταῦθα Λεσβίων ἀφικνοῦνται πρέσβεις βουλόμενοι αὖθις ἀποστῆναι·
当他(阿斯提奥科斯)在那里时,莱斯博斯人的使者来到,希望再次起义。
καὶ αὐτὸν μὲν πείθουσιν, ὡς δ’ οἵ τε Κορίνθιοι καὶ οἱ ἄλλοι ξύμμαχοι ἀπρόθυμοι ἦσαν διὰ τὸ πρότερον σφάλμα, ἄρας ἔπλει ἐπὶ τῆς Χίου.
他们说服了阿斯提奥科斯,但由于科林斯人和其他盟友因先前的失败而意兴阑珊,他便起航前往希奥斯。
καὶ χειμασθεισῶν τῶν νεῶν ὕστερον ἀφικνοῦνται ἄλλαι ἄλλοθεν ἐς τὴν Χίον.
随后,船只因遭遇风暴而失散,陆续从不同地方分别抵达希奥斯。
§8.32.2καὶ μετὰ τοῦτο Πεδάριτος, τότε παριὼν πεζῇ ἐκ τῆς Μιλήτου, γενόμενος ἐν Ἐρυθραῖς διαπεραιοῦται αὐτός τε καὶ ἡ στρατιὰ ἐς Χίον· ὑπῆρχον δὲ αὐτῷ καὶ ἐκ τῶν πέντε νεῶν στρατιῶται ὑπὸ Χαλκιδέως ἐς πεντακοσίους ξὺν ὅπλοις καταλειφθέντες.
此后,当时正从米利都走陆路前来的培达里图斯,抵达埃律特莱,并与他的军队一起渡海到达希奥斯;他麾下还有约五百名武装士兵,他们是先前由卡尔基德乌斯从五艘船上留下的。
§8.32.3ἐπαγγελλομένων δέ τινων Λεσβίων τὴν ἀπόστασιν, προσφέρει τῷ τε Πεδαρίτῳ καὶ τοῖς Χίοις ὁ Ἀστύοχος τὸν λόγον ὡς χρὴ παραγενομένους ταῖς ναυσὶν ἀποστῆσαι τὴν λέσβον· ἢ γὰρ ξυμμάχους πλείους σφᾶς ἕξειν, ἢ τοὺς Ἀθηναίους, ἤν τι σφάλλωνται,κακώσειν.
鉴于一些莱斯博斯人提议起义,阿斯提奥科斯向培达里图斯及希奥斯人提出建议,认为应当率领船只前往使莱斯博斯起义;因为这样一来,他们要么能获得更多的盟友,要么能在雅典人犯错时给他们以打击。
οἱ δ᾽ οὐκ ἐσήκουον, οὐδὲ τὰς ναῦς ὁ Πεδάριτος ἔφη τῶν Χίων αὐτῷ προήσειν.
但他们不予理睬,培达里图斯也表示不会将希奥斯人的船只交给他。