Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.24.1-8.24.6

雅典入侵基奥斯与基奥斯内政动荡

第 832 段,共 917 段 · 希腊语

内容简介

雅典人在米利都附近击败拉刻代蒙军队,并在基奥斯多次战胜基奥斯人、蹂躏其繁荣的国土。面临绝境的基奥斯内部出现向雅典投降的阴谋,长官们召来阿斯图奥科斯以温和手段平息事态。

§8.24.1τοῦ δ’ αὐτοῦ θέρους οἵ τ’ ἐπὶ Μιλήτῳ Ἀθηναῖοι ταῖς εἴκοσι ναυσὶν ἐν τῇ Λάδῃ ἐφορμοῦντες ἀπόβασιν ποιησάμενοι ἐς Πάνορμον τῆς Μιλησίας Χαλκιδέα τε τὸν Λακεδαιμόνιον ἄρχοντα μετ’ ὀλίγων παραβοηθήσαντα ἀποκτείνουσι καὶ τροπαῖον τρίτῃ ἡμέρᾳ ὕστερον διαπλεύσαντες ἔστησαν, ὃ οἱ Μιλήσιοι ὡς οὐ μετὰ κράτους τῆς γῆς σταθὲν ἀνεῖλον·
在同年的夏天,驻扎在米利都、率领二十艘船在拉德岛监视的雅典人,在米利都领地内的帕诺尔莫斯登陆,杀死了率领少数人前来增援的拉刻代蒙人指挥官卡尔基德乌斯,并于三天后渡海建立了一个战胜纪念碑;但米利都人拆毁了它,认为它是未能在该地取得实际控制权的情况下建立的。
§8.24.2καὶ Λέων καὶ Διομέδων ἔχοντες τὰς ἐκ Λέσβου Ἀθηναίων ναῦς, ἔκ τε Οἰνουσσῶν τῶν πρὸ Χίου νήσων καὶ ἐκ Σιδούσσης καὶ ἐκ Πτελεοῦ, ἃ ἐν τῇ Ἐρυθραίᾳ εἶχον τείχη, καὶ ἐκ τῆς Λέσβου ὁρμώμενοι τὸν πρὸς τοὺς Χίους πόλεμον ἀπὸ τῶν νεῶν ἐποιοῦντο·
莱翁和迪奥梅冬率领来自莱斯沃斯的雅典船只,以基奥斯岛前方的奥伊努塞群岛、他们在埃里特里亚境内拥有的要塞西杜萨和普特莱翁,以及莱斯沃斯岛为基地,从船上对基奥斯人展开战争。
εἶχον δ’ ἐπιβάτας τῶν ὁπλιτῶν ἐκ καταλόγου ἀναγκαστούς.
他们船上载有从名册中强制征召的重装步兵充当船上战斗员。
§8.24.3καὶ ἔν τε Καρδαμύλῃ ἀποβάντες καὶ ἐν Βολίσκῳ τοὺς προσβοηθήσαντας τῶν Χίων μάχῃ νικήσαντες καὶ πολλοὺς διαφθείραντες ἀνάστατα ἐποίησαν τὰ ταύτῃ χωρία, καὶ ἐν Φάναις αὖθις ἄλλῃ μάχῃ ἐνίκησαν καὶ τρίτῃ ἐν Λευκωνίῳ.
他们分别在卡达米莱和博利斯科斯登陆,在战斗中击败了前来增援的基奥斯人并消灭了许多人,使这些地区荒废;此后,他们又在帕奈赢得了另一场战斗,并在莱科尼翁赢得了第三场胜利。
καὶ μετὰ τοῦτο οἱ μὲν Χῖοι ἤδη οὐκέτι ἐπεξῇσαν, οἱ δὲ τὴν χώραν καλῶς κατεσκευασμένην καὶ ἀπαθῆ οὖσαν ἀπὸ τῶν Μηδικῶν μέχρι τότε διεπόρθησαν.
此后,基奥斯人已不再出城迎战,而雅典人则彻底掠夺了他们那建设优良、自波斯战争以来从未遭受破坏的国土。
§8.24.4Χῖοι γὰρ μόνοι μετὰ Λακεδαιμονίους ὧν ἐγὼ ᾐσθόμην ηὐδαιμόνησάν τε ἅμα καὶ ἐσωφρόνησαν, καὶ ὅσῳ ἐπεδίδου ἡ πόλις αὐτοῖς ἐπὶ τὸ μεῖζον, τόσῳ δὲ καὶ ἐκοσμοῦντο ἐχυρώτερον.
因为在我所知的范围内,基奥斯人是除拉刻代蒙人之外,唯一同时享有繁荣且保持审慎的民族;他们的城邦发展得越大,他们就越是把自己的国家体制整饬得更加稳固。
§8.24.5καὶ οὐδ’ αὐτὴν τὴν ἀπόστασιν, εἰ τοῦτο δοκοῦσι παρὰ τὸ ἀσφαλέστερον πρᾶξαι, πρότερον ἐτόλμησαν ποιήσασθαι ἢ μετὰ πολλῶν τε καὶ ἀγαθῶν ξυμμάχων ἔμελλον ξυγκινδυνεύσειν καὶ τοὺς Ἀθηναίους ᾐσθάνοντο οὐδ’ αὐτοὺς ἀντιλέγοντας ἔτι μετὰ τὴν Σικελικὴν ξυμφορὰν ὡς οὐ πάνυ πονηρά σφῶν [βεβαίως ] τὰ πράγματα εἴη·
即使是关于这次叛离本身——如果他们被认为此举违背了更安全的策略——他们也是在有许多优秀的盟友共同承担风险、且察觉到连雅典人自己在西西里惨败之后也不再否认自身处境已极其严峻的情况下,才敢于付诸行动的。
εἰ δέ τι ἐν τοῖς ἀνθρωπείοις τοῦ βίου παραλόγοις ἐσφάλησαν, μετὰ πολλῶν οἷς ταὐτὰ ἔδοξε, τὰ τῶν Ἀθηναίων ταχὺ ξυναναιρεθήσεσθαι, τὴν ἁμαρτίαν ξυνέγνωσαν.
即使他们因人类生活中的种种难以预料之变故而犯下某些过错,他们也是与许多持有相同看法的人——即认为雅典人的力量很快会被一并消灭——一起犯下这一错误的。
§8.24.6εἰργομένοις οὖν αὐτοῖς τῆς θαλάσσης καὶ κατὰ γῆν πορθουμένοις ἐνεχείρησάν τινες πρὸς Ἀθηναίους ἀγαγεῖν τὴν πόλιν·
因此,在他们被阻于海上、陆地又遭蹂躏的情况下,有一些人企图将城市献给雅典。
οὓς αἰσθόμενοι οἱ ἄρχοντες αὐτοὶ μὲν ἡσύχασαν, Ἀστύοχον δὲ ἐξ Ἐρυθρῶν τὸν ναύαρχον μετὰ τεσσάρων νεῶν, αἳ παρῆσαν αὐτῷ, κομίσαντες ἐσκόπουν ὅπως μετριώτατα ἢ ὁμήρων λήψει ἢ ἄλλῳ τῳ τρόπῳ καταπαύσουσι τὴν ἐπιβουλήν.
长官们察觉到了这一点,他们自己保持平静,但从埃里特里亚召来了海军统帅阿斯图奥科斯和他手头的四艘船,共同商讨如何以最温和的方式,或是通过获取人质,或是通过其他方式来平息这一阴谋。
καὶ οἱ μὲν ταῦτα ἔπρασσον.
他们当时正忙于这些事情。

词汇与语法注释

  1. 8.24.1ὡς οὐ μετὰ κράτους τῆς γῆς σταθέν — 连词 ὡς 与被动分词 σταθέν(ἵστημι 的不定过去时被动分词,中性单数主格,与关系代词 ὅ,即 τροπαῖον 一致)连用,表示米利都人拆毁纪念碑时的非客观主观理由(“以……为由”)。μετὰ κράτους 意为“具有实际控制权”,表明因为雅典人只是临时登陆建立纪念碑而未占领该地,所以遭到拆毁。
  2. 8.24.4ὧν ἐγὼ ᾐσθόμην — 关系代词 ὧν(属格、复数、阴性)受知觉动词 αἰσθάνομαι(ᾐσθόμην)支配(该动词要求属格),或者依赖于省略的先行词(如“在我所知晓的那些城邦中”)。这构成了基于修昔底德个人见闻的限制性从句(“据我所知”)。
  3. 8.24.5τὰ τῶν Ἀθηναίων ταχὺ ξυναναιρεθήσεσθαι, τὴν ἁμαρτίαν ξυνέγνωσαν — 不定式短语 τὰ τῶν Ἀθηναίων ταχὺ ξυναναιρεθήσεσθαι(雅典人的力量很快会被一并消灭)作为间接引语,表示前文 οἷς ταὐτὰ ἔδοξε(持有相同看法的人)的具体内容。动词 ξυνέγνωσαν(συγγιγνώσκω 的第三人称复数不定过去时)有两种主要解释:一是“他们(与其他许多人)共同犯了错”,二是“他们(世人或历史学家)宽恕/原谅了其过错”。在上下文中,后一种解释更为自然,即由于其错误是基于当时几乎所有人的共同预判,因此这一过失是值得谅解的。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.24.1-8.24.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.24.1-8.24.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。