§8.22.1μετὰ δὲ ταῦτα τοῦ αὐτοῦ θέρους οἱ Χῖοι, ὥσπερ ἤρξαντο, οὐδὲν ἀπολείποντες προθυμίας, ἄνευ τε Πελοποννησίων πλήθει παρόντες ἀποστῆσαι τὰς πόλεις καὶ βουλόμενοι ἅμα ὡς πλείστους σφίσι ξυγκινδυνεύειν, στρατεύονται αὐτοί τε τρισκαίδεκα ναυσὶν ἐπὶ τὴν Λέσβον, ὥσπερ εἴρητο ὑπὸ τῶν Λακεδαιμονίων δεύτερον ἐπ᾽ αὐτὴν ἰέναι καὶ ἐκεῖθεν ἐπὶ τὸν Ἑλλήσποντον, καὶ ὁ πεζὸς ἅμα Πελοποννησίων τε τῶν παρόντων καὶ τῶν αὐτόθεν ξυμμάχων παρῄει ἐπὶ Κλαζομενῶν τε καὶ Κύμης·
此后,在同一个夏天里,基奥斯人正如他们开始时那样,没有丝毫减弱热忱,即使在波罗奔尼撒人没有大举到场的情况下,为了促使各城邦叛离,同时也希望尽可能多的人与他们共同承担风险,他们自己率领十三艘船向莱斯沃斯岛进军,正如拉克代蒙人之前所指示的那样——将该岛作为第二个目标前往,并从那里再前往赫勒斯滂;与此同时,由在场的波罗奔尼撒人和当地盟友组成的陆军,也沿着陆路向克拉佐梅奈和库墨进军。
ἦρχε δ’ αὐτοῦ Εὐάλας Σπαρτιάτης, τῶν δὲ νεῶν Δεινιάδας περίοικος.
指挥这支陆军的是斯巴达人欧阿拉斯,而指挥船只的是庇里阿科人戴尼亚达斯。
§8.22.2καὶ αἱ μὲν νῆες καταπλεύσασαι Μήθυμναν πρῶτον ἀφιστᾶσι, καὶ καταλείπονται τέσσαρες νῆες ἐν αὐτῇ· καὶ αὖθις αἱ λοιπαὶ Μυτιλήνην ἀφιστᾶσιν.
船只驶入港口后,首先促使梅叙姆纳叛离,并有四艘船留在了该地;随后,其余的船只又促使米蒂利尼叛离。