§8.18.1‘ἐπὶ τοῖσδε ξυμμαχίαν ἐποιήσαντο πρὸς βασιλέα καὶ Τισσαφέρνην Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι.
“以下列条款,拉刻代蒙人及其盟友与国王及蒂萨费尔尼斯结成同盟。
ὁπόσην χώραν καὶ πόλεις βασιλεὺς ἔχει καὶ οἱ πατέρες οἱ βασιλέως εἶχον, βασιλέως ἔστω· καὶ ἐκ τούτων τῶν πόλεων ὁπόσα Ἀθηναίοις ἐφοίτα χρήματα ἢ ἄλλο τι, κωλυόντων κοινῇ βασιλεὺς καὶ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι ὅπως μήτε χρήματα λαμβάνωσιν Ἀθηναῖοι μήτε ἄλλο μηδέν.
凡国王所拥有及国王的祖先曾拥有的土地和城市,均归国王所有;至于从这些城市以往输送给雅典人的所有款项或其他任何东西,国王、拉刻代蒙人及其盟友应共同阻止,使雅典人既得不到款项,也得不到其他任何东西。
§8.18.2καὶ τὸν πόλεμον τὸν πρὸς Ἀθηναίους κοινῇ πολεμούντων βασιλεὺς καὶ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι· καὶ κατάλυσιν τοῦ πολέμου πρὸς Ἀθηναίους μὴ ἐξέστω ποιεῖσθαι, ἢν μὴ ἀμφοτέροις δοκῇ, βασιλεῖ καὶ Λακεδαιμονίοις καὶ τοῖς ξυμμάχοις.
对雅典人的战争,国王、拉刻代蒙人及其盟友应共同进行;除非双方——即国王与拉刻代蒙人及盟友——均同意,否则不得私自终止对雅典人的战争。
§8.18.3ἢν δέ τινες ἀφιστῶνται ἀπὸ βασιλέως, πολέμιοι ὄντων καὶ Λακεδαιμονίοις καὶ τοῖς ξυμμάχοις· καὶ ἤν τινες ἀφιστῶνται ἀπὸ Λακεδαιμονίων καὶ τῶν ξυμμάχων, πολέμιοι ὄντων βασιλεῖ κατὰ ταὐτά.
若有人叛离国王,他们亦应成为拉刻代蒙人及盟友的敌人;若有人叛离拉刻代蒙人及盟友,他们亦应以同样方式成为国王的敌人。
’
”