§8.15.1ἐς δὲ τὰς Ἀθήνας ταχὺ ἀγγελία τῆς Χίου ἀφικνεῖται·
同时,关于希奥斯反叛的消息迅速传到了雅典。
καὶ νομίσαντες μέγαν ἤδη καὶ σαφῆ τὸν κίνδυνον σφᾶς περιεστάναι, καὶ τοὺς λοιποὺς ξυμμάχους οὐκ ἐθελήσειν τῆς μεγίστης πόλεως μεθεστηκυίας ἡσυχάζειν, τά τε χίλια τάλαντα, ὧν διὰ παντὸς τοῦ πολέμου ἐγλίχοντο μὴ ἅψασθαι, εὐθὺς ἔλυσαν τὰς ἐπικειμένας ζημίας τῷ εἰπόντι ἢ ἐπιψηφίσαντι ὑπὸ τῆς παρούσης ἐκπλήξεως, καὶ ἐψηφίσαντο κινεῖν καὶ ναῦς πληροῦν οὐκ ὀλίγας, τῶν τε ἐν τῷ Σπειραίῳ ἐφορμουσῶν τὰς μὲν ὀκτὼ ἤδη πέμπειν, αἳ ἀπολιποῦσαι τὴν φυλακὴν τὰς μετὰ Χαλκιδέως διώξασαι καὶ οὐ καταλαβοῦσαι ἀνεκεχωρήκεσαν (ἦρχε δὲ αὐτῶν Στρομβιχίδης Διοτίμου), ἄλλας δὲ οὐ πολὺ ὕστερον βοηθεῖν δώδεκα μετὰ Θρασυκλέους, ἀπολιπούσας καὶ ταύτας τὴν ἐφόρμησιν.
雅典人认为,一个巨大且迫在眉睫的危险已经包围了他们,而且在最强大的同盟市已经反叛的情况下,其余的盟国也不会保持平静;于是,在当前的恐慌之下,他们立即废除了那些对于提议或将动用那一千塔兰特资金付诸表决的人所施加的处罚(这笔资金是他们在整个战争期间一直渴望不予动用的),并表决动用这笔资金来装备不少的船只。 在那些原本在斯派赖翁围锁敌船的己方船只中,他们决定立即派遣八艘,这些船曾离开监视哨所去追击与哈尔基德乌斯同行的船只,但未能追上而返回(其指挥官是迪奥提摩斯之子斯特隆比希德斯);不久之后,又派遣另外十二艘在色拉叙克勒斯指挥下的船只前去增援,这些船也同样离开了围锁岗位。
§8.15.2τάς τε τῶν Χίων ἑπτὰ ναῦς, αἳ αὐτοῖς ξυνεπολιόρκουν τὰς ἐν τῷ Σπειραίῳ, ἀπαγαγόντες τοὺς μὲν δούλους ἐξ αὐτῶν ἠλευθέρωσαν, τοὺς δ’ ἐλευθέρους κατέδησαν.
此外,他们还将曾与他们一同在斯派赖翁围困敌船的七艘希奥斯船只带走,释放了其中的奴隶,而将自由人拘禁起来。
ἑτέρας δὲ 〈δέκα〉 ἀντὶ πασῶν τῶν ἀπελθουσῶν νεῶν ἐς τὴν ἐφόρμησιν τῶν Πελοποννησίων διὰ τάχους πληρώσαντες ἀντέπεμψαν καὶ ἄλλας διενοοῦντο τριάκοντα πληροῦν.
为了填补因离开围锁岗位而造成的所有船只空缺,他们迅速装备并送回了另外〈十艘〉船只,以继续对伯罗奔尼撒人进行围锁,并计划再装备三十艘。
καὶ πολλὴ ἦν ἡ προθυμία καὶ ὀλίγον ἐπράσσετο οὐδὲν ἐς τὴν βοήθειαν τὴν ἐπὶ τὴν Χίον.
他们的热情高涨,为了对希奥斯的增援,没有一件事被松懈对待。