§8.13.1ἀνεκομίζοντο δὲ ὑπὸ τὸν αὐτὸν χρόνον τοῦτον καὶ αἱ ἀπὸ τῆς Σικελίας Πελοποννησίων ἑκκαίδεκα νῆες αἱ μετὰ Γυλίππου ξυνδιαπολεμήσασαι· καὶ περὶ τὴν Λευκάδα ἀποληφθεῖσαι καὶ κοπεῖσαι ὑπὸ τῶν Ἀττικῶν ἑπτὰ καὶ εἴκοσι νεῶν, ὧν ἦρχεν Ἱπποκλῆς Μενίππου φυλακὴν ἔχων τῶν ἀπὸ τῆς Σικελίας νεῶν, αἱ λοιπαὶ πλὴν μιᾶς διαφυγοῦσαι τοὺς Ἀθηναίους κατέπλευσαν ἐς τὴν Κόρινθον.
大约在同一时期,曾与居利普斯一同作战的、来自西西里的十六艘伯罗奔尼撒船只也正踏上归途;它们在莱夫卡斯附近被由梅尼普斯之子希波克勒斯所统帅的二十七艘雅典船只(他正负责防范来自西西里的船只)截击并重创,但除了一艘之外,其余的船只都逃脱了雅典人的拦截,驶入了科林斯。