§8.12.1γνοὺς δὲ ὁ Ἀλκιβιάδης πείθει αὖθις Ἔνδιον καὶ τοὺς ἄλλους ἐφόρους μὴ ἀποκνῆσαι τὸν πλοῦν, λέγων ὅτι φθήσονταί τε πλεύσαντες πρὶν τὴν τῶν νεῶν ξυμφορὰν Χίους αἰσθέσθαι, καὶ αὐτὸς ὅταν προσβάλῃ Ἰωνίᾳ, ῥᾳδίως πείσειν τὰς πόλεις ἀφίστασθαι τήν τε τῶν Ἀθηναίων λέγων ἀσθένειαν καὶ τὴν τῶν Λακεδαιμονίων προθυμίαν· πιστότερος γὰρ ἄλλων φανεῖσθαι.
阿尔西比亚德斯得知这一情况后,再次说服恩迪乌斯和其他监察官不要对这次航行畏缩不前。 他表示,如果他们抢先启航,就能在基奥斯人得知船只失利的消息之前抵达;而且一旦他本人到达伊奥尼亚,通过向各城市说明雅典人的软弱和拉刻代蒙人的热忱,便能轻易说服它们叛离,因为他自己会显得比别人更值得信赖。
§8.12.2Ἐνδίῳ τε αὐτῷ ἰδίᾳ ἔλεγε καλὸν εἶναι δι’ ἐκείνου ἀποστῆσαί τε Ἰωνίαν καὶ βασιλέα ξύμμαχον ποιῆσαι Λακεδαιμονίοις, καὶ μὴ Ἄγιδος τὸ ἀγώνισμα τοῦτο γενέσθαι· ἐτύγχανε γὰρ τῷ Ἄγιδι αὐτὸς διάφορος ὤν.
他还私下对恩迪乌斯本人说,通过他来实现伊奥尼亚的叛离,并使波斯国王成为拉刻代蒙人的盟友,而不让这一功绩落入阿基斯之手,将是一件光荣的事;因为他自己恰好与阿基斯不和。
§8.12.3καὶ ὁ μὲν πείσας τούς τε ἄλλους ἐφόρους καὶ Ἔνδιον ἀνήγετο ταῖς πέντε ναυσὶ μετὰ Χαλκιδέως τοῦ Λακεδαιμονίου, καὶ διὰ τάχους τὸν πλοῦν ἐποιοῦντο.
于是,在说服了其他监察官和恩迪乌斯之后,他与拉刻代蒙人哈尔基德乌斯一同率领这五艘船出发,并全速航行。