Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.104.1-8.104.5

库诺塞马海战的部署与交战开始

第 912 段,共 917 段 · 希腊语

内容简介

雅典人和伯罗奔尼撒人在赫勒斯滂展开战线并开始海战。由于地形和数量上的劣势,雅典人的中央战线陷入虚弱和被分割的境地。

§8.104.1μετὰ δὲ τοῦτο ἐναυμάχουν τρόπῳ τοιῷδε.
此后,他们以下述方式进行海战。
οἱ Ἀθηναῖοι παρέπλεον ἐπὶ κέρως ταξάμενοι παρ’ αὐτὴν τὴν γῆν ἐπὶ τῆς Σηστοῦ, οἱ δὲ Πελοποννήσιοι αἰσθόμενοι ἐκ τῆς Ἀβύδου ἀντανῆγον καὶ αὐτοί.
雅典人排成单列纵队,沿着陆地向塞斯托斯驶去;而伯罗奔尼撒人察觉后,也同样从阿拜多斯出航迎战。
§8.104.2καὶ ὡς ἔγνωσαν ναυμαχήσοντες, παρέτειναν τὸ κέρας οἱ μὲν Ἀθηναῖοι παρὰ τὴν Χερσόνησον, ἀρξάμενοι ἀπὸ Ἰδάκου μέχρι Ἀρριανῶν, νῆες ἓξ καὶ ἑβδομήκοντα, οἱ δ’ αὖ Πελοποννήσιοι ἀπὸ Ἀβύδου μέχρι Δαρδάνου, νῆες ἓξ καὶ ὀγδοήκοντα.
当他们决定交战时,雅典人沿着契索尼苏斯半岛延伸他们的战线,自伊达库斯一直延伸到阿里亚诺伊,共有七十六艘战船;而伯罗奔尼撒人则自阿拜多斯延伸至达尔达诺斯,共有八十六艘战船。
§8.104.3κέρας δὲ τοῖς μὲν Πελοποννησίοις εἶχον τὸ μὲν δεξιὸν Συρακόσιοι, τὸ δ’ ἕτερον αὐτὸς Μίνδαρος καὶ τῶν νεῶν αἱ ἄριστα πλέουσαι, Ἀθηναίοις δὲ τὸ μὲν ἀριστερὸν Θράσυλος, ὁ δὲ Θρασύβουλος τὸ δεξιόν· οἱ δὲ ἄλλοι στρατηγοὶ ὡς ἕκαστοι διετάξαντο.
在翼侧的部署上,伯罗奔尼撒人的右翼由叙拉古人防守,另一翼则由明达鲁斯本人以及航速最快的精锐战船防守;而雅典人的左翼由色拉西卢斯防守,右翼由色拉西布洛斯防守;其余的将军则各自按部署就位。
§8.104.4ἐπειγομένων δὲ τῶν Πελοποννησίων πρότερόν τε ξυμμεῖξαι, καὶ κατὰ μὲν τὸ δεξιὸν τῶν Ἀθηναίων ὑπερσχόντες αὐτοὶ τῷ εὐωνύμῳ ἀποκλῇσαι τοῦ ἔξω αὐτοὺς ἔκπλου, εἰ δύναιντο, κατὰ δὲ τὸ μέσον ἐξῶσαι πρὸς τὴν γῆν οὐχ ἑκὰς οὖσαν, οἱ Ἀθηναῖοι γνόντες, ᾗ μὲν ἐβούλοντο ἀποφάρξασθαι αὐτοὺς οἱ ἐναντίοι, ἀντεπεξῆγον καὶ περιεγίγνοντο τῷ πλῷ,
由于伯罗奔尼撒人急于抢先交战,并企图用自己的左翼包围雅典人的右翼,如果可能的话,切断他们驶往外海的退路,同时将雅典人的中央防线推向不远的陆地;雅典人察觉到这一点后,便在敌人企图封锁他们的地方同样向前延伸防线以对抗他们,并凭借航速在推进中占了上风。
§8.104.5τὸ δ’ εὐώνυμον αὐτοῖς ὑπερεβεβλήκει ἤδη τὴν ἄκραν ἣ Κυνὸς σῆμα καλεῖται.
然而,他们的左翼此时已经绕过了被称为基诺塞马的岬角。
τῷ δὲ μέσῳ, τοιούτου ξυμβαίνοντος, ἀσθενέσι καὶ διεσπασμέναις ταῖς ναυσὶ καθίσταντο, ἄλλως τε καὶ ἐλάσσοσι χρώμενοι τὸ πλῆθος καὶ τοῦ χωρίου τοῦ περὶ τὸ Κυνὸς σῆμα ὀξεῖαν καὶ γωνιώδη τὴν περιβολὴν ἔχοντος, ὥστε τὰ ἐν τῷ ἐπέκεινα αὐτοῦ γιγνόμενα μὴ κάτοπτα εἶναι.
在中央部分,由于发生这样的情况,他们被迫以虚弱且分散的战船来应对局面,这尤其是因为他们在数量上处于劣势,而且基诺塞马附近的地方呈尖锐且多角的弯曲,使得岬角另一侧发生的事情无法被看见。

词汇与语法注释

  1. §8.104.2ἔγνωσαν ναυμαχήσοντες — 动词 `ἔγνωσαν`(决定)伴随主格的将来分词 `ναυμαχήσοντες`,表示“决定进行海战”。
  2. §8.104.4ἐπειγομένων δὲ τῶν Πελοποννησίων — 属格绝对句 `ἐπειγομένων δὲ τῶν Πελοποννησίων` 中的分词 `ἐπειγομένων`(急于、企图)支配着并列的不定式 `ξυμμεῖξαι`(交战)、`ἀποκλῇσαι`(切断)和 `ἐξῶσαι`(推向)。
  3. §8.104.4περιεγίγνοντο τῷ πλῷ — 与格 `τῷ πλῷ` 是表示关系或限定的与格(在航行/船速上),修饰动词 `περιεγίγνοντο`(占上风、胜过)。
  4. §8.104.5ἀσθενέσι καὶ διεσπασμέναις ταῖς ναυσὶ καθίσταντο — 动词 `καθίσταντο`(陷入某种状态,处于...地位)与与格短语 `ἀσθενέσι καὶ διεσπασμέναις ταῖς ναυσὶ`(以虚弱且分散的船只)连用,描述了他们在中央战线上处于虚弱且分散的应战状态。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.104.1-8.104.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.104.1-8.104.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。