§8.103.1μετὰ δὲ τοῦτο ταῖς τε ἐξ Ἀβύδου ξυμμιγείσαις καὶ ταῖς ἄλλαις ξυμπάσαις ἓξ καὶ ὀγδοήκοντα πολιορκήσαντες Ἐλαιοῦντα ταύτην τὴν ἡμέραν, ὡς οὐ προσεχώρει, ἀπέπλευσαν ἐς Ἄβυδον.
此后,伯罗奔尼撒人集结了从阿拜多斯前来会合的船只以及其他所有战船,共计八十六艘,围攻埃莱乌斯整整一天。 因其没有投降,他们便撤回了阿拜多斯。
§8.103.2οἱ δ’ Ἀθηναῖοι ψευσθέντες τῶν σκοπῶν καὶ οὐκ ἂν οἰόμενοι σφᾶς λαθεῖν τὸν παράπλουν τῶν πολεμίων νεῶν, ἀλλὰ καθ’ ἡσυχίαν τειχομαχοῦντες, ὡς ᾔσθοντο, εὐθὺς ἀπολιπόντες τὴν Ἔρεσον κατὰ τάχος ἐβοήθουν ἐς τὸν Ἑλλήσποντον·
而雅典人因受哨兵误导,本以为敌船沿岸航行绝无可能瞒过他们,因而仍在安然地进行围城战;可一旦察觉此事,他们便立即放弃了埃雷索斯,火速奔赴赫勒斯滂以行救援。
§8.103.3καὶ δύο τε ναῦς τῶν Πελοποννησίων αἱροῦσιν, αἳ πρὸς τὸ πέλαγος τότε θρασύτερον ἐν τῇ διώξει ἀπάρασαι περιέπεσον αὐτοῖς, καὶ ἡμέρᾳ ὕστερον ἀφικόμενοι ὁρμίζονται ἐς τὸν Ἐλαιοῦντα καὶ τὰς ἐκ τῆς Ἴμβρου ὅσαι κατέφυγον κομίζονται καὶ ἐς τὴν ναυμαχίαν πέντε ἡμέρας παρεσκευάζοντο.
他们俘获了两艘伯罗奔尼撒战船,这两艘船当时在追击中过于大胆地驶向外海,结果撞上了他们。 翌日抵达后,雅典人在埃莱乌斯停泊,收容了所有逃往伊姆布罗斯岛的船只,并花了五天时间准备海战。