§8.102.1οἱ δὲ Ἀθηναῖοι ἐν τῇ Σηστῷ δυοῖν δεούσαις εἴκοσι ναυσὶν ὄντες, ὡς αὐτοῖς οἵ τε φρυκτωροὶ ἐσήμαινον καὶ ᾐσθάνοντο τὰ πυρὰ ἐξαίφνης πολλὰ ἐν τῇ πολεμίᾳ φανέντα, ἔγνωσαν ὅτι ἐσπλέουσιν οἱ Πελοποννήσιοι.
与此同时,在塞斯托斯的雅典人拥有十八艘战船,当哨兵向他们发出信号,且他们察觉到敌方领地上突然亮起许多火光时,便得知伯罗奔尼撒人正驶入海峡。
καὶ τῆς αὐτῆς ταύτης νυκτὸς ὡς εἶχον τάχους ὑπομείξαντες τῇ Χερσονήσῳ παρέπλεον ἐπ’ Ἐλαιοῦντος, βουλόμενοι ἐκπλεῦσαι ἐς τὴν εὐρυχωρίαν τὰς τῶν πολεμίων ναῦς.
就在这同一天夜里,他们以最快的速度紧贴着赫索尼苏斯半岛,沿岸向埃莱乌斯航行,希望能够避开敌人的船只,驶入开阔的海域。
§8.102.2καὶ τὰς μὲν ἐν Ἀβύδῳ ἑκκαίδεκα ναῦς ἔλαθον, προειρημένης φυλακῆς τῷ φιλίῳ ἐπίπλῳ, ὅπως αὐτῶν ἀνακῶς ἕξουσιν, ἢν ἐκπλέωσιν·
他们避开了在阿拜多斯的十六艘敌船,尽管那些船只此前已接到命令,要在友军来临之际保持警惕,以防雅典人乘机逃脱。
τὰς δὲ μετὰ τοῦ Μινδάρου ἅμα τῇ ἕῳ κατιδόντες, τὴν δίωξιν εὐθὺς ποιουμένων οὐ φθάνουσι πάσαις, ἀλλ’ αἱ μὲν πλείους ἐπὶ τῆς Ἴμβρου καὶ Λήμνου διέφυγον, τέσσαρες δὲ τῶν νεῶν αἱ ὕσταται πλέουσαι καταλαμβάνονται παρὰ τὸν Ἐλαιοῦντα.
然而,天亮时,雅典人发现了明达鲁斯所率领的船队,而后者立即展开了追击。 雅典人无法使所有的船只都逃脱;大部分船只逃往了伊姆布罗斯岛和莱姆诺斯岛,但航行在最后面的四艘战船在埃莱乌斯附近被截获。
§8.102.3καὶ μίαν μὲν ἐποκείλασαν κατὰ τὸ ἱερὸν τοῦ Πρωτεσιλάου αὐτοῖς ἀνδράσι λαμβάνουσι, δύο δὲ ἑτέρας ἄνευ τῶν ἀνδρῶν· τὴν δὲ μίαν πρὸς τῇ Ἴμβρῳ κενὴν κατακαίουσιν.
其中一艘在普罗特西拉乌斯神庙附近搁浅,敌军将其连同船员一同捕获,另外两艘则在没有船员的情况下被捕获;剩下的一艘,敌军在伊姆布罗斯岛附近将其空船烧毁。