§7.84.1Νικίας δ’ ἐπειδὴ ἡμέρα ἐγένετο ἦγε τὴν στρατιάν· οἱ δὲ Συρακόσιοι καὶ οἱ ξύμμαχοι προσέκειντο τὸν αὐτὸν τρόπον πανταχόθεν βάλλοντές τε καὶ κατακοντίζοντες.
到了天亮,尼西阿斯便率领军队前进;而叙拉古人及其盟友也以同样的方式紧紧追击,从四面八方投掷武器和标枪。
§7.84.2καὶ οἱ Ἀθηναῖοι ἠπείγοντο πρὸς τὸν Ἀσσίναρον ποταμόν, ἅμα μὲν βιαζόμενοι ὑπὸ τῆς πανταχόθεν προσβολῆς ἱππέων τε πολλῶν καὶ τοῦ ἄλλου ὄχλου, οἰόμενοι ῥᾷόν τι σφίσιν ἔσεσθαι, ἢν διαβῶσι τὸν ποταμόν, ἅμα δ’ ὑπὸ τῆς ταλαιπωρίας καὶ τοῦ πιεῖν ἐπιθυμίᾳ.
雅典人急忙奔向阿西纳鲁斯河,一方面是由于受到大批骑兵及其他杂牌军来自四面八方的猛烈攻击而被迫前行,并认为如果渡过这条河,情况会对他们稍微轻松一些,另一方面则是由于身体极度疲惫且极度渴望饮水。
§7.84.3ὡς δὲ γίγνονται ἐπ’ αὐτῷ, ἐσπίπτουσιν οὐδενὶ κόσμῳ ἔτι, ἀλλὰ πᾶς τέ τις διαβῆναι αὐτὸς πρῶτος βουλόμενος καὶ οἱ πολέμιοι ἐπικείμενοι χαλεπὴν ἤδη τὴν διάβασιν ἐποίουν· ἁθρόοι γὰρ ἀναγκαζόμενοι χωρεῖν ἐπέπιπτόν τε ἀλλήλοις καὶ κατεπάτουν, περί τε τοῖς δορατίοις καὶ σκεύεσιν οἱ μὲν εὐθὺς διεφθείροντο, οἱ δὲ ἐμπαλασσόμενοι κατέρρεον.
当他们到达河边时,便毫无秩序地拥入河中。 每个人都想自己第一个渡过去,而敌人又紧追不舍,这使得渡河变得极其困难;因为他们被迫密集前行,互相冲撞、践踏,有的人立刻死在枪尖和行李堆里,有的人则被绊住,随波流去。
§7.84.4ἐς τὰ ἐπὶ θάτερά τε τοῦ ποταμοῦ παραστάντες οἱ Συρακόσιοι (ἦν δὲ κρημνῶδες) ἔβαλλον ἄνωθεν τοὺς Ἀθηναίους, πίνοντάς τε τοὺς πολλοὺς ἀσμένους καὶ ἐν κοίλῳ ὄντι τῷ ποταμῷ ἐν σφίσιν αὐτοῖς ταρασσομένους.
叙拉古人在河的对岸(那是一处悬崖)列队,自上而下地向雅典人投掷武器,此时大多数雅典人正贪婪地饮着水,并在这深凹的河床中自相混乱。
§7.84.5οἵ τε Πελοποννήσιοι ἐπικαταβάντες τοὺς ἐν τῷ ποταμῷ μάλιστα ἔσφαζον.
伯罗奔尼撒人也紧跟着冲下河去,大肆屠杀在河里的人。
καὶ τὸ ὕδωρ εὐθὺς διέφθαρτο, ἀλλ’ οὐδὲν ἧσσον ἐπίνετό τε ὁμοῦ τῷ πηλῷ ᾑματωμένον καὶ περιμάχητον ἦν τοῖς πολλοῖς.
水质顿时被弄脏了,但绝大多数人还是照样饮用这混着泥沙和鲜血的水,并为此相互争夺。