Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.81.1-7.81.5

叙拉古军追击并包围德摩斯梯尼部

第 802 段,共 917 段 · 希腊语

内容简介

叙拉古人在天亮后得知雅典人撤退,随即展开急速追击,包围了落在主力后面的德摩斯梯尼部队,并从四面八方发起攻击。

§7.81.1ἐν τούτῳ δ’ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι, ὡς ἥ τε ἡμέρα ἐγένετο καὶ ἔγνωσαν τοὺς Ἀθηναίους ἀπεληλυθότας, ἐν αἰτίᾳ τε οἱ πολλοὶ τὸν Γύλιππον εἶχον ἑκόντα ἀφεῖναι τοὺς Ἀθηναίους, καὶ κατὰ τάχος διώκοντες, ᾗ οὐ χαλεπῶς ᾐσθάνοντο κεχωρηκότας, καταλαμβάνουσι περὶ ἀρίστου ὥραν.
与此同时,叙拉古人及其盟友在天亮并得知雅典人已经撤退后,大多数人都指责吉利普斯故意放走了雅典人。 他们沿着容易察觉出的雅典人撤退路线急速追击,在午餐时间左右追上了他们。
§7.81.2καὶ ὡς προσέμειξαν τοῖς μετὰ τοῦ Δημοσθένους ὑστέροις τ’ οὖσι καὶ σχολαίτερον καὶ ἀτακτότερον χωροῦσιν, ὡς τῆς νυκτὸς τότε ξυνεταράχθησαν, εὐθὺς προσπεσόντες ἐμάχοντο, καὶ οἱ ἱππῆς τῶν Συρακοσίων ἐκυκλοῦντό τε ῥᾷον αὐτοὺς δίχα δὴ ὄντας καὶ ξυνῆγον ἐς ταὐτό.
当他们追上德摩斯梯尼所率领的部队时——这支部队落在后面,且由于在那个夜晚受到了惊扰,行军更为缓慢且更为混乱——敌人便立即发起进攻并展开战斗。 叙拉古人的骑兵由于雅典人此时已与主力分离,因而更轻易地包围了他们,并将其驱赶聚集到一处。
§7.81.3τὸ δὲ Νικίου στράτευμα ἀπεῖχεν ἐν τῷ πρόσθεν καὶ πεντήκοντα σταδίους·
然而,尼西阿斯的部队已在前方大约五十斯塔迪翁之外。
θᾶσσόν τε γὰρ ὁ Νικίας ἦγε, νομίζων οὐ τὸ ὑπομένειν ἐν τῷ τοιούτῳ ἑκόντας εἶναι καὶ μάχεσθαι σωτηρίαν, ἀλλὰ τὸ ὡς τάχιστα ὑποχωρεῖν, τοσαῦτα μαχομένους ὅσα ἀναγκάζονται.
因为尼西阿斯更迅速地率军前进,他认为在当时的情况下,自愿留下来战斗绝非生路,而是在被迫进行最少限度战斗的同时,尽可能快地撤退才是得救之道。
§7.81.4ὁ δὲ Δημοσθένης ἐτύγχανέ τε τὰ πλείω ἐν πόνῳ ξυνεχεστέρῳ ὢν διὰ τὸ ὑστέρῳ ἀναχωροῦντι αὐτῷ πρώτῳ ἐπικεῖσθαι τοὺς πολεμίους καὶ τότε γνοὺς τοὺς Συρακοσίους διώκοντας οὐ προυχώρει μᾶλλον ἢ ἐς μάχην ξυνετάσσετο, ἕως ἐνδιατρίβων κυκλοῦταί τε ὑπ’ αὐτῶν καὶ ἐν πολλῷ θορύβῳ αὐτός τε καὶ οἱ μετ’ αὐτοῦ Ἀθηναῖοι ἦσαν·
另一方面,德摩斯梯尼由于在撤退时处于后卫,敌人首先向他施加压力,因此在大多数时候,他都处于更持续的苦战之中。 当时,他得知叙拉古人正在追击,便不再继续前进,而是列队迎战,然而在耽搁的过程中,他被敌人包围,他和随行的雅典人陷入了极大的混乱。
ἀνειληθέντες γὰρ ἔς τι χωρίον ᾧ κύκλῳ μὲν τειχίον περιῆν, ὁδὸς δὲ ἔνθεν [τε] καὶ ἔνθεν, ἐλάας δὲ οὐκ ὀλίγας εἶχεν, ἐβάλλοντο περισταδόν.
因为他们被驱赶围围在一个地方,该地周围有一圈矮墙,两侧都有道路,且种有许多橄榄树,他们遭到来自四面八方的密集投掷攻击。
§7.81.5τοιαύταις δὲ προσβολαῖς καὶ οὐ ξυσταδὸν μάχαις οἱ Συρακόσιοι εἰκότως ἐχρῶντο·
叙拉古人理所当然地采用这种袭击方式,而不进行近身白兵战;因为与陷入绝境的人拼命,对他们自己而言,已经不再比对雅典人更有利了。
τὸ γὰρ ἀποκινδυνεύειν πρὸς ἀνθρώπους ἀπονενοημένους οὐ πρὸς ἐκείνων μᾶλλον ἦν ἔτι ἢ πρὸς τῶν Ἀθηναίων, καὶ ἅμα φειδώ τέ τις ἐγίγνετο ἐπ’ εὐπραγίᾳ ἤδη σαφεῖ μὴ προαναλωθῆναί τῳ, καὶ ἐνόμιζον καὶ ὣς ταύτῃ τῇ ἰδέᾳ καταδαμασάμενοι λήψεσθαι αὐτούς.
同时,在胜利已经明显可见的情况下,他们也产生了一种顾虑,不愿让任何人提前丧命;而且他们认为,即便如此,通过这种方式将他们降服,也同样能捕获他们。

词汇与语法注释

  1. 7.81.1 — 关系代名词 ὅς 的单数阴性与格,此处用作表示路径的副词性用法(“沿着……所走的道路”)。先行词(如 ὁδός)被省略。
  2. 7.81.3ἑκόντας εἶναι — 惯用语 ἑκὼν εἶναι(“自愿”、“主动地”)的阳性复数宾格形式。不定式 εἶναι 是起限制作用的绝对不定式(absolute infinitive)。
  3. 7.81.4τὰ πλείω — 中性复数宾格的副词性用法,意为“在大多数情况下”或“大部分时间”,表示与尼西阿斯相比,德摩斯梯尼处于更为持续的困境之中。
  4. 7.81.5πρὸς ἐκείνων — 介词 πρός 补加属格,表示“对某人有利”或“站在某人一边”。此处意为“对他们(叙拉古人)有利”,与对雅典人有利的情况形成对比。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.81.1-7.81.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.81.1-7.81.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。