§7.80.1τῆς δὲ νυκτὸς τῷ Νικίᾳ καὶ Δημοσθένει ἐδόκει, ἐπειδὴ κακῶς σφίσι τὸ στράτευμα εἶχε τῶν τε ἐπιτηδείων πάντων ἀπορίᾳ ἤδη, καὶ κατατετραυματισμένοι ἦσαν πολλοὶ ἐν πολλαῖς προσβολαῖς τῶν πολεμίων γεγενημέναις, πυρὰ καύσαντας ὡς πλεῖστα ἀπάγειν τὴν στρατιάν, μηκέτι τὴν αὐτὴν ὁδὸν ᾗ διενοήθησαν, ἀλλὰ τοὐναντίον ἢ οἱ Συρακόσιοι ἐτήρουν, πρὸς τὴν θάλασσαν.
夜间,鉴于己方军队因一切生活必需品已然匮乏而陷入困境,且在敌人发起的多次进攻中已有许多人身受重伤,尼西阿斯和德摩斯梯尼决定点燃尽可能多的篝火,随后将军队撤离。 他们不再走原先计划的那条路,而是朝着与叙拉古人警戒防守完全相反的方向,即向着大海前进。
§7.80.2ἦν δὲ ἡ ξύμπασα ὁδὸς αὕτη οὐκ ἐπὶ Κατάνης τῷ στρατεύματι, ἀλλὰ κατὰ τὸ ἕτερον μέρος τῆς Σικελίας τὸ πρὸς Καμάριναν καὶ Γέλαν καὶ τὰς ταύτῃ πόλεις καὶ Ἑλληνίδας καὶ βαρβάρους.
这条整体路线并非供军队前往卡塔奈,而是通往西西里的另一侧,即朝向卡马里纳、盖拉以及该地区希腊人和蛮族的城市。
§7.80.3καύσαντες οὖν πυρὰ πολλὰ ἐχώρουν ἐν τῇ νυκτί.
于是,他们点燃了许多篝火,在夜色中前行。
καὶ αὐτοῖς, οἷον φιλεῖ καὶ πᾶσι στρατοπέδοις, μάλιστα δὲ τοῖς μεγίστοις, φόβοι καὶ δείματα ἐγγίγνεσθαι, ἄλλως τε καὶ ἐν νυκτί τε καὶ διὰ πολεμίας καὶ ἀπὸ πολεμίων οὐ πολὺ ἀπεχόντων ἰοῦσιν, ἐμπίπτει ταραχή·
然而,正像在所有军队中(尤其是最大规模的军队中)常易发生的那样,恐惧和惊惶在他们中间产生——特别是他们是在夜间通过敌境,且距离敌人不远的地方行军——混乱袭击了他们。
§7.80.4καὶ τὸ μὲν Νικίου στράτευμα,ὥσπερ ἡγεῖτο, ξυνέμενέ τε καὶ προύλαβε πολλῷ, τὸ δὲ Δημοσθένους, τὸ ἥμισυ μάλιστα καὶ πλέον, ἀπεσπάσθη τε καὶ ἀτακτότερον ἐχώρει.
尼西阿斯的部队正如他所率领的那样保持了团结,并远远地走在前面;而德摩斯梯尼的部队(约占半数或更多)则被隔断,行军显得较为混乱。
§7.80.5ἅμα δὲ τῇ ἕῳ ἀφικνοῦνται ὅμως πρὸς τὴν θάλασσαν, καὶ ἐσβάντες ἐς τὴν ὁδὸν τὴν Ἑλωρίνην καλουμένην ἐπορεύοντο, ὅπως, ἐπειδὴ γένοιντο ἐπὶ τῷ ποταμῷ τῷ Κακυπάρει, παρὰ τὸν ποταμὸν ἴοιεν ἄνω διὰ μεσογείας· ἤλπιζον γὰρ καὶ τοὺς Σικελοὺς ταύτῃ οὓς μετεπέμψαντο ἀπαντήσεσθαι.
尽管如此,天亮时他们还是到达了海边,并进入了被称为埃罗里内的道路前进,以便在到达卡库帕里斯河后,沿着该河向内陆上方行进;因为他们希望自己派人去召集的西库尔人也会在此方向与他们会合。
§7.80.6ἐπειδὴ δ’ ἐγένοντο ἐπὶ τῷ ποταμῷ, ηὗρον καὶ ἐνταῦθα φυλακήν τινα τῶν Συρακοσίων ἀποτειχίζουσάν τε καὶ ἀποσταυροῦσαν τὸν πόρον.
当他们到达那条河时,发现那里也有叙拉古人的一支守备队正在用围墙和栅栏阻断渡口。
καὶ βιασάμενοι αὐτὴν διέβησάν τε τὸν ποταμὸν καὶ ἐχώρουν αὖθις πρὸς ἄλλον ποταμὸν τὸν Ἐρινεόν· ταύτῃ γὰρ οἱ ἡγεμόνες ἐκέλευον.
他们强行突破了这支守备队,渡过了河,再次向另一条河即埃里内奥斯河前进;因为向导们指示他们往这个方向走。