Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.75.1-7.75.7

雅典军队悲惨陆路撤退的开始

第 796 段,共 917 段 · 希腊语

内容简介

雅典军队在海战后第三天开始撤退,在被迫遗弃伤病员、死者无法安葬、粮食短缺以及与昔日辉煌形成鲜明对比的悲惨境地中,全军充满沮丧与泪水,艰难行军。

§7.75.1μετὰ δὲ τοῦτο, ἐπειδὴ ἐδόκει τῷ Νικίᾳ καὶ τῷ Δημοσθένει ἱκανῶς παρεσκευάσθαι, καὶ ἡ ἀνάστασις ἤδη τοῦ στρατεύματος τρίτῃ ἡμέρᾳ ἀπὸ τῆς ναυμαχίας ἐγίγνετο.
此后,当尼基阿斯和德摩斯梯尼认为准备工作已经充分做好时,军队的撤退终于在海战后的第三天开始了。
§7.75.2δεινὸν οὖν ἦν οὐ καθ’ ἓν μόνον τῶν πραγμάτων, ὅτι τάς τε ναῦς ἀπολωλεκότες πάσας ἀπεχώρουν καὶ ἀντὶ μεγάλης ἐλπίδος καὶ αὐτοὶ καὶ ἡ πόλις κινδυνεύοντες, ἀλλὰ καὶ ἐν τῇ ἀπολείψει τοῦ στρατοπέδου ξυνέβαινε τῇ τε ὄψει ἑκάστῳ ἀλγεινὰ καὶ τῇ γνώμῃ αἰσθέσθαι.
因此,不仅在他们处境的单一节点上令人痛心——即在丧失了全部船只后撤退,并且他们自身以及国家都处于极大的危险中,代替了先前的宏大希望——而且在离开营地时,每个人在视觉上和心灵上也都经历着痛苦的事情。
§7.75.3τῶν τε γὰρ νεκρῶν ἀτάφων ὄντων, ὁπότε τις ἴδοι τινὰ τῶν ἐπιτηδείων κείμενον, ἐς λύπην μετὰ φόβου καθίστατο, καὶ οἱ ζῶντες καταλειπόμενοι τραυματίαι τε καὶ ἀσθενεῖς πολὺ τῶν τεθνεώτων τοῖς ζῶσι λυπηρότεροι ἦσαν καὶ τῶν ἀπολωλότων ἀθλιώτεροι.
因为死者得不到安葬,每当有人看到自己的亲友躺在那里时,便陷入了夹杂着恐惧的悲痛中;而那些被留下的活着的伤病员,对活着的人来说,远比死者更令人痛苦,也比那些已经灭亡的人更加悲惨。
§7.75.4πρὸς γὰρ ἀντιβολίαν καὶ ὀλοφυρμὸν τραπόμενοι ἐς ἀπορίαν καθίστασαν, ἄγειν τε σφᾶς ἀξιοῦντες καὶ ἕνα ἕκαστον ἐπιβοώμενοι, εἴ τινά πού τις ἴδοι ἢ ἑταίρων ἢ οἰκείων, τῶν τε ξυσκήνων ἤδη ἀπιόντων ἐκκρεμαννύμενοι καὶ ἐπακολουθοῦντες ἐς ὅσον δύναιντο, εἴ τῳ δὲ προλίποι ἡ ῥώμη καὶ τὸ σῶμα, οὐκ ἄνευ ὀλίγων ἐπιθειασμῶν καὶ οἰμωγῆς ὑπολειπόμενοι, ὥστε δάκρυσι πᾶν τὸ στράτευμα πλησθὲν καὶ ἀπορίᾳ τοιαύτῃ μὴ ῥᾳδίως ἀφορμᾶσθαι, καίπερ ἐκ πολεμίας τε καὶ μείζω ἢ κατὰ δάκρυα τὰ μὲν πεπονθότας ἤδη, τὰ δὲ περὶ τῶν ἐν ἀφανεῖ δεδιότας μὴ πάθωσιν.
因为他们转而哀求和哭诉,使退却者陷入两难,请求带上他们,并大声呼喊着每一个名字,如果有人在某处看到同伴或亲属,就紧紧拽住已经准备离去的同账篷的同伴,尽其所能地跟在后面;如果有人精疲力竭、体力不支,他们被抛下时少不了许多对神明的呼求和哀号,以致全军泪流满面,在如此困境中难以出发,尽管他们是在敌国撤退,而且已经遭受了非泪水所能表达的痛苦,又在为那些前途未卜的事情而担心重蹈覆辙。
§7.75.5κατήφειά τέ τις ἅμα καὶ κατάμεμψις σφῶν αὐτῶν πολλὴ ἦν.
与此同时,众人普遍情绪低落,且深自责备。
οὐδὲν γὰρ ἄλλο ἢ πόλει ἐκπεπολιορκημένῃ ἐῴκεσαν ὑποφευγούσῃ, καὶ ταύτῃ οὐ σμικρᾷ· μυριάδες γὰρ τοῦ ξύμπαντος ὄχλου οὐκ ἐλάσσους τεσσάρων ἅμα ἐπορεύοντο.
因为他们看起来无异于一座被围围而逃亡的城市,而且还是一座不小的城市;因为在整个群体中,同时行进的不少于四万人。
καὶ τούτων οἵ τε ἄλλοι πάντες ἔφερον ὅτι τις ἐδύνατο ἕκαστος χρήσιμον, καὶ οἱ ὁπλῖται καὶ οἱ ἱππῆς παρὰ τὸ εἰωθὸς αὐτοὶ τὰ σφέτερα αὐτῶν σιτία ὑπὸ τοῖς ὅπλοις, οἱ μὲν ἀπορίᾳ ἀκολούθων, οἱ δὲ ἀπιστίᾳ· ἀπηυτομολήκεσαν γὰρ πάλαι τε καὶ οἱ πλεῖστοι παραχρῆμα.
在这些人中,所有其余的人都各自携带能带走的有用之物,而重装步兵和骑兵也一反常态,自己在武器之下携带自己的粮食,有的是因为缺少仆人,有的是因为不信任他们;因为这些仆人早在很久以前就已开小差,而且大多数是就在刚才逃走的。
ἔφερον δὲ οὐδὲ ταῦτα ἱκανά· σῖτος γὰρ οὐκέτι ἦν ἐν τῷ στρατοπέδῳ.
然而他们携带的这些粮食也是不够的,因为营地里已经没有粮食了。
§7.75.6καὶ μὴν ἡ ἄλλη αἰκία καὶ ἡ ἰσομοιρία τῶν κακῶν, ἔχουσά τινα ὅμως τὸ μετὰ πολλῶν κούφισιν, οὐδ’ ὣς ῥᾳδία ἐν τῷ παρόντι ἐδοξάζετο, ἄλλως τε καὶ ἀπὸ οἵας λαμπρότητος καὶ αὐχήματος τοῦ πρώτου ἐς οἵαν τελευτὴν καὶ ταπεινότητα ἀφῖκτο.
此外,其余的屈辱以及对灾难的均分(虽然与众人共同承受在某种程度上带有一点宽慰),但在当时的情况下,依然不被认为是容易忍受的,特别是考虑到他们是从起初怎样的辉煌与骄傲,落到了如今怎样的结局和屈辱。
§7.75.7μέγιστον γὰρ δὴ τὸ διάφορον τοῦτο [τῷ] Ἑλληνικῷ στρατεύματι ἐγένετο, οἷς ἀντὶ μὲν τοῦ ἄλλους δουλωσομένους ἥκειν αὐτοὺς τοῦτο μᾶλλον δεδιότας μὴ πάθωσι ξυνέβη ἀπιέναι, ἀντὶ δ’ εὐχῆς τε καὶ παιάνων, μεθ’ ὧν ἐξέπλεον, πάλιν τούτων τοῖς ἐναντίοις ἐπιφημίσμασιν ἀφορμᾶσθαι,πεζούς τε ἀντὶ ναυβατῶν πορευομένους καὶ ὁπλιτικῷ προσέχοντας μᾶλλον ἢ ναυτικῷ.
因为这确实是一支希腊军队所经历的最大逆转,他们本来是为了奴役他人而来,结果却落得自己反倒因害怕遭受此种命运而撤退;而起航时伴随着的祈祷和凯歌,如今却要伴随着与此相反的凶兆之言再次出发,从水手变成了徒步行军,依赖重装步兵更甚于海军。
ὅμως δὲ ὑπὸ μεγέθους τοῦ ἐπικρεμαμένου ἔτι κινδύνου πάντα ταῦτα αὐτοῖς οἰστὰ ἐφαίνετο.
然而,由于依然笼罩在他们头顶的危险极其巨大,所有这些在他们看来都成了必须忍受的事情。

词汇与语法注释

  1. 7.75.1καὶ ἡ ἀνάστασις — 此处的连词 καὶ 在时间状语从句 ἐπειδὴ... 之后引导主句(归结句),即所谓的“归结词 καὶ”(apodotic καὶ)。它起到了强调动作的时间紧凑性或戏剧性进展的作用(“就在那时”、“于是确实”)。
  2. 7.75.4οὐκ ἄνευ ὀλίγων — 双重否定(缓叙法,litotes),字面意思是“并非没有不少(即:伴随着许多)对神明的呼求和哀号”。通过否定 ὀλίγων(少),强调了被遗弃的伤员们呼求与哀叹的剧烈程度和数量之多。
  3. 7.75.4μείζω ἢ κατὰ δάκρυα — 这是一个由比较级 μείζω 与 ἢ κατά 加宾语构成的惯用句型,意为“超出了眼泪的限度”或“非眼泪所能表达”。它突出了他们已经遭受的痛苦之深重,非言语或泪水所能衡量。
  4. 7.75.5οὐδὲν γὰρ ἄλλο ἢ πόλει ἐκπεπολιορκημένῃ ἐῴκεσαν ὑποφευγούσῃ — 短语 οὐδὲν ἄλλο ἤ 是一个惯用表达,意为“无异于”或“不外乎”。动词 ἐῴκεσαν(ἔοικα 的过去完成时,意为“相似”)支配与格 πόλει ... ὑποφευγούσῃ(一座被围困而逃亡的城市),生动地描绘了撤退军队的悲惨景象。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.75.1-7.75.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.75.1-7.75.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。