Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.7.1-7.7.4

同盟舰队抵达与叙拉古寻求增援

第 728 段,共 917 段 · 希腊语

内容简介

科林斯等国剩余的船只避开雅典人的防哨抵达叙拉古并协助完工围墙。吉里普斯前往西西里其他地区,叙拉古也向伯罗奔尼撒派遣使节以寻求陆海军增援,同时积极整顿海军。

§7.7.1μετὰ δὲ τοῦτο αἵ τε τῶν Κορινθίων νῆες καὶ Ἀμπρακιωτῶν καὶ Λευκαδίων ἐσέπλευσαν αἱ ὑπόλοιποι δώδεκα, λαθοῦσαι τὴν τῶν Ἀθηναίων φυλακήν (ἦρχε δ’ αὐτῶν Ἐρασινίδης Κορίνθιος), καὶ ξυνετείχισαν τὸ λοιπὸν τοῖς Συρακοσίοις μέχρι τοῦ ἐγκαρσίου τείχους.
此后,科林斯人、安布拉基亚人和莱乌卡斯人剩余的十二艘船只避开了雅典人的防哨驶入港口(这些船只由科林斯人埃拉西尼德斯指挥),并协助叙拉古人共同修筑了直到横断墙的其余部分。
§7.7.2καὶ ὁ Γύλιππος ἐς τὴν ἄλλην Σικελίαν ἐπὶ στρατιάν τε ᾤχετο, καὶ ναυτικὴν καὶ πεζὴν ξυλλέξων, καὶ τῶν πόλεων ἅμα προσαξόμενος εἴ τις ἢ μὴ πρόθυμος ἦν ἢ παντάπασιν ἔτι ἀφειστήκει τοῦ πολέμου.
吉里普斯也前往西西里的其他地区,去募集海军和陆军,同时也为了争取那些要么态度消极、要么至今仍完全置身于战争之外的城市。
§7.7.3πρέσβεις τε ἄλλοι τῶν Συρακοσίων καὶ Κορινθίων ἐς Λακεδαίμονα καὶ Κόρινθον ἀπεστάλησαν, ὅπως στρατιὰ ἔτι περαιωθῇ τρόπῳ ᾧ ἂν ἐν ὁλκάσιν ἢ πλοίοις ἢ ἄλλως ὅπως ἂν προχωρῇ, ὡς καὶ τῶν Ἀθηναίων ἐπιμεταπεμπομένων.
叙拉古人和科林斯人的其他使节也被派遣到拉刻代蒙和科林斯,以便用商船、小船或任何其他可行的方式,运送更多的军队过去,因为雅典人也在请求增援。
§7.7.4οἵ τε Συρακόσιοι ναυτικὸν ἐπλήρουν καὶ ἀνεπειρῶντο ὡς καὶ τούτῳ ἐπιχειρήσοντες, καὶ ἐς τἆλλα πολὺ ἐπέρρωντο.
叙拉古人也装备了他们的舰队并进行演练,准备在这方面也进行尝试,而且在其他方面他们的士气也大为提振。

词汇与语法注释

  1. §7.7.1λαθοῦσαι — 动词 λανθάνω 的不定过去时主动分词(主格阴性复数),与主句的主语“船只”(νῆες)一致。它带宾格的 φυλακήν 作宾语,表示“避开(不被发现)”雅典人的防哨。
  2. §7.7.2ξυλλέξων ... προσαξόμενος — 分别为 ξυλλέγω(募集)和 προσάγω(拉拢、争取)的将来时分词,与表示运动的主句动词 ᾤχετο(出发)连用,表示目的(“为了……”)。
  3. §7.7.3ὡς καὶ τῶν Ἀθηναίων ἐπιμεταπεμπομένων — 带有 ὡς 的属格绝对结构,表示主观原因或理由(“由于……”、“鉴于……”)。在此指雅典人也在请求增援(ἐπιμεταπέμπω),这促使叙拉古和科林斯派遣使节以确保迅速获得援助。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.7.1-7.7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.7.1-7.7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。