§7.6.1καὶ μετὰ ταῦτα, ἐπειδὴ καιρὸς ἦν, αὖθις ἐπῆγεν αὐτούς.
在那之后,当时机成熟时,他再次率领他们进攻。
ὁ δὲ Νικίας καὶ οἱ Ἀθηναῖοι νομίζοντες, καὶ εἰ ἐκεῖνοι μὴ ἐθέλοιεν μάχης ἄρχειν, ἀναγκαῖον εἶναι σφίσι μὴ περιορᾶν παροικοδομούμενον τὸ τεῖχος (ἤδη γὰρ καὶ ὅσον οὐ παρεληλύθει τὴν τῶν Ἀθηναίων τοῦ τείχους τελευτὴν ἡ ἐκείνων τείχισις, καί, εἰ προέλθοι, ταὐτὸν ἤδη ἐποίει αὐτοῖς νικᾶν τε μαχομένοις διὰ παντὸς καὶ μηδὲ μάχεσθαι), ἀντεπῇσαν οὖν τοῖς Συρακοσίοις.
而尼基阿斯和雅典人认为,即使对方不想开始交战,他们也绝不能坐视敌方的围墙并排修筑过去(因为此时叙拉古人的筑墙工作已经几乎超过了雅典人围墙的尽头,而且如果它再往前延伸,那么对于雅典人来说,在持续的战斗中获胜与根本不战斗,其结果就已经完全一样了),因此他们迎头向叙拉古人进击。
§7.6.2καὶ ὁ Γύλιππος τοὺς μὲν ὁπλίτας ἔξω τῶν τειχῶν μᾶλλον ἢ πρότερον προαγαγὼν ξυνέμισγεν αὐτοῖς, τοὺς δ’ ἱππέας καὶ τοὺς ἀκοντιστὰς ἐκ πλαγίου τάξας τῶν Ἀθηναίων κατὰ τὴν εὐρυχωρίαν, ᾗ τῶν τειχῶν ἀμφοτέρων αἱ ἐργασίαι ἔληγον.
吉里普斯将重装步兵带到比以前更靠围墙外侧的地方,与他们交战,同时将骑兵和标枪兵部署在雅典人的侧翼,即两道围墙的修筑工作都已中止的宽阔地带。
§7.6.3καὶ προσβαλόντες οἱ ἱππῆς ἐν τῇ μάχῃ τῷ εὐωνύμῳ κέρᾳ τῶν Ἀθηναίων, ὅπερ κατ’ αὐτοὺς ἦν, ἔτρεψαν· καὶ δι’ αὐτὸ καὶ τὸ ἄλλο στράτευμα νικηθὲν ὑπὸ τῶν Συρακοσίων κατηράχθη ἐς τὰ τειχίσματα.
在战斗中,骑兵袭击了正对着他们的雅典军左翼,并将其击溃;由于这一原因,其余的军队也遭到叙拉古人的击败,被驱逐回他们的防御壁内。
§7.6.4καὶ τῇ ἐπιούσῃ νυκτὶ ἔφθασαν παροικοδομήσαντες καὶ παρελθόντες τὴν τῶν Ἀθηναίων οἰκοδομίαν, ὥστε μηκέτι μήτε αὐτοὶ κωλύεσθαι ὑπ’ αὐτῶν, ἐκείνους τε καὶ παντάπασιν ἀπεστερηκέναι, εἰ καὶ κρατοῖεν, μὴ ἂν ἔτι σφᾶς ἀποτειχίσαι.
在接下来的夜里,他们抢先一步完成了并排修筑并超过了雅典人的建筑物,结果他们自己不再受到雅典人的阻碍,并且完全剥夺了雅典人(即使获胜)今后将他们用围墙完全包围的可能性。