§7.68.1πρὸς οὖν ἀταξίαν τε τοιαύτην καὶ τύχην ἀνδρῶν ἑαυτὴν παραδεδωκυῖαν πολεμιωτάτων ὀργῇ προσμείξωμεν, καὶ νομίσωμεν ἅμα μὲν νομιμώτατον εἶναι πρὸς τοὺς ἐναντίους οἳ ἂν ὡς ἐπὶ τιμωρίᾳ τοῦ προσπεσόντος δικαιώσωσιν ἀποπλῆσαι τῆς γνώμης τὸ θυμούμενον, ἅμα δὲ ἐχθροὺς ἀμύνασθαι ἐκγενησόμενον ἡμῖν καὶ τὸ λεγόμενόν που ἥδιστον εἶναι.
因此,让我们怀着愤怒,去迎击那些处于如此混乱之中、并将自身交托于命运的最可恶的敌人们;让我们一方面认为,对于那些理所当然要对侵略者施以惩罚来平息心中愤怒的人来说,针对敌人们满足我们的愤怒是最合乎理法的,另一方面也认为,向敌人复仇对我们而言是可能的,而这正如俗话所说,是世上最快意的事。
§7.68.2ὡς δὲ ἐχθροὶ καὶ ἔχθιστοι, πάντες ἴστε, οἵ γε ἐπὶ τὴν ἡμετέραν ἦλθον δουλωσόμενοι, ἐν ᾧ, εἰ κατώρθωσαν, ἀνδράσι μὲν ἂν τἄλγιστα προσέθεσαν, παισὶ δὲ καὶ γυναιξὶ τὰ ἀπρεπέστατα, πόλει δὲ τῇ πάσῃ τὴν αἰσχίστην ἐπίκλησιν.
而他们是敌人,且是最可恶的敌人,这是你们大家都知道的,因为他们来到我们的土地是为了奴役它;如果他们得逞了,他们会给我们的男人带来最痛苦的折磨,给我们的孩子和妇女带来最耻辱的境遇,并给我们整个城市冠上最可耻的恶名。
§7.68.3ἀνθ’ ὧν μὴ μαλακισθῆναί τινα πρέπει μηδὲ τὸ ἀκινδύνως ἀπελθεῖν αὐτοὺς κέρδος νομίσαι.
因此,任何人都不应当示弱,也不应当认为他们毫无危险地撤退是一种幸事。
τοῦτο μὲν γὰρ καὶ ἐὰν κρατήσωσιν ὁμοίως δράσουσιν· τὸ δὲ πραξάντων ἐκ τοῦ εἰκότος ἃ βουλόμεθα τούσδε τε κολασθῆναι καὶ τῇ πάσῃ Σικελίᾳ καρπουμένῃ καὶ πρὶν ἐλευθερίαν βεβαιοτέραν παραδοῦναι, καλὸς ὁ ἀγών.
因为即使他们获胜,他们也同样会这样做;但如果我们能够如愿以偿地实现我们的期望——惩罚这些人,并向已经享有自由的整个西西里交付一个更加巩固的自由,那么这场斗争就是光荣的。
καὶ κινδύνων οὗτοι σπανιώτατοι οἳ ἂν ἐλάχιστα ἐκ τοῦ σφαλῆναι βλάπτοντες πλεῖστα διὰ τὸ εὐτυχῆσαι ὠφελῶσιν. ’
而在各种危险中,那些因失败而受损最少、因成功而获益最多的危险,是最为罕见的。