§7.67.1ἡμῶν δὲ τό τε ὑπάρχον πρότερον, ᾧπερ καὶ ἀνεπιστήμονες ἔτι ὄντες ἀπετολμήσαμεν, βεβαιότερον νῦν, καὶ τῆς δοκήσεως προσγεγενημένης αὐτῷ, τὸ κρατίστους εἶναι εἰ τοὺς κρατίστους ἐνικήσαμεν, διπλασία ἑκάστου ἡ ἐλπίς· τὰ δὲ πολλὰ πρὸς τὰς ἐπιχειρήσεις ἡ μεγίστη ἐλπὶς μεγίστην καὶ τὴν προθυμίαν παρέχεται.
而在我们这边,先前我们所拥有的——正是凭借它,我们甚至在尚无经验时就敢于冒险——现在更加稳固了,并且加上了我们已经战胜了最强者、因而自己就是最强者的这种信念,每个人的希望都加倍了;在大多数情况下,最大的希望会为行动带来最大的热忱。
§7.67.2‘τά τε τῆς ἀντιμιμήσεως αὐτῶν τῆς παρασκευῆς ἡμῶν τῷ μὲν ἡμετέρῳ τρόπῳ ξυνήθη τέ ἐστι καὶ οὐκ ἀνάρμοστοι πρὸς ἕκαστον αὐτῶν ἐσόμεθα· οἱ δ᾽, ἐπειδὰν πολλοὶ μὲν ὁπλῖται ἐπὶ τῶν καταστρωμάτων παρὰ τὸ καθεστηκὸς ὦσι, πολλοὶ δὲ καὶ ἀκοντισταὶ χερσαῖοι ὡς εἰπεῖν Ἀκαρνᾶνές τε καὶ ἄλλοι ἐπὶ ναῦς ἀναβάντες, οἳ οὐδ’ ὅπως καθεζομένους χρὴ τὸ βέλος ἀφεῖναι εὑρήσουσι, πῶς οὐ σφαλοῦσί τε τὰς ναῦς καὶ ἐν σφίσιν αὐτοῖς πάντες οὐκ ἐν τῷ ἑαυτῶν τρόπῳ κινούμενοι ταράξονται;
至于他们对我们装备的模仿,这符合我们的作战方式,我们也不会不适应他们的每一种应对;但对他们来说,当许多重装步兵违反惯例登上甲板,且有许多陆上的标枪兵(可以说,阿卡纳尼亚人和其他人)登上船只时,他们甚至都不知道在坐着的时候应该如何投掷标枪,他们怎能不使船只失控,又怎能不在自相走动、被迫以不属于自己的方式行动时陷入混乱呢?
§7.67.3ἐπεὶ καὶ τῷ πλήθει τῶν νεῶν οὐκ ὠφελήσονται, εἴ τις καὶ τόδε ὑμῶν, ὅτι οὐκ ἴσαις ναυμαχήσει, πεφόβηται· ἐν ὀλίγῳ γὰρ πολλαὶ ἀργότεραι μὲν ἐς τὸ δρᾶν τι ὧν βούλονται ἔσονται, ῥᾷσται δὲ ἐς τὸ βλάπτεσθαι ἀφ’ ὧν ἡμῖν παρεσκεύασται.
因为即使在船只的数量上,他们也不会受益,如果你们中有人因为将不以相等的数量交战而感到害怕的话;因为在狭窄的空间里,许多船只在采取他们所期望的行动时会更加迟缓,并且最容易受到我们所准备的手段的伤害。
§7.67.4τὸ δ’ ἀληθέστατον γνῶτε ἐξ ὧν ἡμεῖς οἰόμεθα σαφῶς πεπύσθαι· ὑπερβαλλόντων γὰρ αὐτοῖς τῶν κακῶν καὶ βιαζόμενοι ὑπὸ τῆς παρούσης ἀπορίας ἐς ἀπόνοιαν καθεστήκασιν οὐ παρασκευῆς πίστει μᾶλλον ἢ τύχης ἀποκινδυνεῦσαι οὕτως ὅπως δύνανται, ἵν’ ἢ βιασάμενοι ἐκπλεύσωσιν ἢ κατὰ γῆν μετὰ τοῦτο τὴν ἀποχώρησιν ποιῶνται, ὡς τῶν γε παρόντων οὐκ ἂν πράξαντες χεῖρον.
请从我们相信已经确切获知的情况中了解最真实的真相:由于他们的灾祸已是极其沉重,并为眼前的困境所迫,他们已经陷入绝望,与其说是出于对装备的信心,不如说是凭借运气,以各种可能的方式冒险,以便要么合力突围,要么在此之后从陆路撤退,因为他们认为情况绝不会比现在更糟了。