Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.66.1-7.66.3

吉利普斯论雅典自信的崩溃与此前胜利的意义

第 787 段,共 917 段 · 希腊语

内容简介

吉利普斯等人向叙拉古人及其盟友发表讲话,强调过去胜利的重大意义,并指出雅典人在其自傲的领域受挫后,其自信心已然崩溃,以此鼓舞士气。

§7.66.1‘ὅτι μὲν καλὰ τὰ προειργασμένα καὶ ὑπὲρ καλῶν τῶν μελλόντων ὁ ἀγὼν ἔσται, ὦ Συρακόσιοι καὶ ξύμμαχοι, οἵ τε πολλοὶ δοκεῖτε ἡμῖν εἰδέναι (οὐδὲ γὰρ ἂν οὕτως αὐτῶν προθύμως ἀντελάβεσθε), καὶ εἴ τις μὴ ἐπὶ ὅσον δεῖ ᾔσθηται, σημανοῦμεν.
“叙拉古人及盟友们,过去所取得的成就是辉煌的,而即将到来的斗争也是为了辉煌的目标,这一点在我们看来,你们大多数人都已经知道(因为否则你们绝不会如此热切地投入其中);如果有人对此还没有给予必要的充分认识,我们也行将予以说明。
§7.66.2Ἀθηναίους γὰρ ἐς τὴν χώραν τήνδε ἐλθόντας πρῶτον μὲν ἐπὶ τῆς Σικελίας καταδουλώσει, ἔπειτ᾽, εἰ κατορθώσειαν, καὶ τῆς Πελοποννήσου καὶ τῆς ἄλλης Ἑλλάδος, καὶ ἀρχὴν τὴν ἤδη μεγίστην τῶν τε πρὶν Ἑλλήνων καὶ τῶν νῦν κεκτημένους, πρῶτοι ἀνθρώπων ὑποστάντες τῷ ναυτικῷ, ᾧπερ πάντα κατέσχον, τὰς μὲν νενικήκατε ἤδη ναυμαχίας, τὴν δ’ ἐκ τοῦ εἰκότος νῦν νικήσετε.
因为雅典人来到这片土地,首先是为了奴役西西里,其次如果他们得手,还要奴役伯罗奔尼撒和希腊的其他地方,而他们已经拥有了无论过去还是现在的希腊人中最大的帝国;但是你们,作为人类中首批抵挡住他们那赖以征服一切的海军的人,不仅已经在几次海战中取得了胜利,而且按照常理,在这一次海战中你们也将取得胜利。
§7.66.3ἄνδρες γὰρ ἐπειδὰν ᾧ ἀξιοῦσι προύχειν κολουθῶσι, τό γ’ ὑπόλοιπον αὐτῶν τῆς δόξης ἀσθενέστερον αὐτὸ ἑαυτοῦ ἐστὶν ἢ εἰ μηδ’ ᾠήθησαν τὸ πρῶτον, καὶ τῷ παρ’ ἐλπίδα τοῦ αὐχήματος σφαλλόμενοι καὶ παρὰ ἰσχὺν τῆς δυνάμεως ἐνδιδόασιν·
因为,当人们在自以为优越的方面遭受挫折时,他们残存的自信就会变得比当初根本不自以为优越时还要软弱,并且由于自负落空而感到挫败,他们甚至会放弃自己实际拥有的力量。
ὃ νῦν Ἀθηναίους εἰκὸς πεπονθέναι.
这正是现在雅典人很可能正在经历的境遇。 ”

词汇与语法注释

  1. 7.66.1αὐτῶν — 中性复数属格 αὐτῶν 受动词 ἀντιλαμβάνομαι(致力于、从事)的支配,指代前文的 τὰ προειργασμένα 与 τὰ μέλλοντα(过去的事业与将来的斗争)。
  2. 7.66.2Ἀθηναίους — 置于句首的宾格 Ἀθηναίους 在语义上作为后文分词 ὑποστάντες(抵抗)的宾语,但在长句的发展中,它也带有主题化呈示的破格(anacoluthon)特征。
  3. 7.66.2καταδουλώσει — 介词 ἐπί 后面接抽象名词 κατάδουλωσις(奴役)的与格,表示目的或意图(“为了奴役”)。
  4. 7.66.3ἀσθενέστερον αὐτὸ ἑαυτοῦ — 比较级接反身代词属格的惯用表达,意为“比它自身(通常状态下)还要软弱”,即“大不如前”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.66.1-7.66.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.66.1-7.66.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。