§7.63.1‘ὧν χρὴ μεμνημένους διαμάχεσθαι ὅσον ἂν δύνησθε καὶ μὴ ἐξωθεῖσθαι ἐς αὐτήν, ἀλλὰ ξυμπεσούσης νηὶ νεὼς μὴ πρότερον ἀξιοῦν ἀπολύεσθαι ἢ τοὺς ἀπὸ τοῦ πολεμίου καταστρώματος ὁπλίτας ἀπαράξητε.
你们必须牢记这些,尽其所能拼死战斗,切勿被推向那片陆地;相反,一旦船只与敌船交错相撞,在将敌方甲板上的重装步兵扫荡干净之前,绝不要认为可以脱离接触。
§7.63.2καὶ ταῦτα τοῖς ὁπλίταις οὐχ ἧσσον τῶν ναυτῶν παρακελεύομαι, ὅσῳ τῶν ἄνωθεν μᾶλλον τὸ ἔργον τοῦτο· ὑπάρχει δ’ ἡμῖν ἔτι νῦν γε τὰ πλείω τῷ πεζῷ ἐπικρατεῖν.
我对重装步兵的这一嘱托不亚于对水手,因为这更是甲板上人员的任务;而且对我们来说,至少在现在,我们在陆战中大体上仍占有绝对优势。
§7.63.3τοῖς δὲ ναύταις παραινῶ καὶ ἐν τῷ αὐτῷ τῷδε καὶ δέομαι μὴ ἐκπεπλῆχθαί τι ταῖς ξυμφοραῖς ἄγαν, τήν τε παρασκευὴν ἀπὸ τῶν καταστρωμάτων βελτίω νῦν ἔχοντας καὶ τὰς ναῦς πλείους, ἐκείνην τε τὴν ἡδονὴν ἐνθυμεῖσθαι ὡς ἀξία ἐστὶ διασώσασθαι, οἳ τέως Ἀθηναῖοι νομιζόμενοι καὶ μὴ ὄντες ἡμῶν τῆς τε φωνῆς τῇ ἐπιστήμῃ καὶ τῶν τρόπων τῇ μιμήσει ἐθαυμάζεσθε κατὰ τὴν Ἑλλάδα, καὶ τῆς ἀρχῆς τῆς ἡμετέρας οὐκ ἔλασσον κατὰ τὸ ὠφελεῖσθαι ἔς τε τὸ φοβερὸν τοῖς ὑπηκόοις καὶ τὸ μὴ ἀδικεῖσθαι πολὺ πλέον μετείχετε.
至于水手,我在这同一场合既劝告也恳求你们,不要因屡遭不幸而过度沮丧,因为你们现在甲板上的装备更好,船只也更多,并且要记住,那种快乐是多么值得去捍卫——你们虽非我们雅典人出身,但迄今被视为阿提卡人,因精通我们的语言和模仿我们的生活方式而在全希腊备受赞誉,并且分享我们的帝国,在令臣民畏惧方面不亚于我们,而在免受不公对待方面更占了极大的便宜。
§7.63.4ὥστε κοινωνοὶ μόνοι ἐλευθέρως ἡμῖν τῆς ἀρχῆς ὄντες δικαίως [ἂν] αὐτὴν νῦν μὴ καταπροδίδοτε, καταφρονήσαντες δὲ Κορινθίων τε, οὓς πολλάκις νενικήκατε, καὶ Σικελιωτῶν, ὧν οὐδ’ ἀντιστῆναι οὐδεὶς ἕως ἤκμαζε τὸ ναυτικὸν ἡμῖν ἠξίωσεν, ἀμύνασθε αὐτούς, καὶ δείξατε ὅτι καὶ μετ’ ἀσθενείας καὶ ξυμφορῶν ἡ ὑμετέρα ἐπιστήμη κρείσσων ἐστὶν ἑτέρας εὐτυχούσης ῥώμης.
因此,作为我们帝国的唯一自由共享者,你们现在于理不应背叛它;相反,要蔑视你们曾多次击败的科林斯人,以及在我们的海军全盛时期无一人敢于抗衡的西西里人,击退他们,并向世人证明,即使在虚弱和不幸之中,你们的技能也胜过他人依仗好运的蛮力。